Alejandro cruza el Danubio

     Ἀλέξανδρος ἐπὶ τὸν Ἴστρον ποταμὸν ἀφικνεῖται, ὃς μέγιστός ἐστι τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν καὶ πλείστην γῆν ἐπέρχεται καὶ ἔθνη μαχιμώτατα ἀπείργει (ἀπείργω· ἀμύνω).

Ἴστρος


     Ἐνταῦθα καταλαμβάνει ναῦς μακράς, αἳ αὐτῷ ἧκον ἐκ Βυζαντίου διὰ τοῦ πόντου τοῦ Εὐξείνου. 

ὁ πόντος Εὔξεινος
      Καὶ τῶν μὲν νεῶν ἐπιβαίνει αὐτὸς, μονόξυλα δὲ πλοῖα, ὧν ἦν εὐπορία ( ↔ πενίη) πολλή, ὅτι αὐτοῖς χρῶνται οἱ πρόσοικοι τῷ Ἴστρῳ ἐφ’ ἁλιείᾳ, ὡς πλεῖστα συνάγει καὶ νυκτὸς διαβιβάζει (διαβιβάζω: διαβαίνειν ποιῶ) τὴν στρατιάν.

     Ὑπὸ δὲ τῇ ἕῳ (πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου) ἐμβάλλουσι τοῖς πολεμίοις, οἵ οὐδὲ τὴν πρώτην ἐμβολὴν τῶν ἱππέων δέχονται· παράδοξος μὲν γὰρ αὐτοῖς φαίνεται ἡ τόλμα τοῦ Ἀλεξάνδρου, φοβερὰ δὲ καὶ ἡ φάλαγξ. 

φάλαγξ


     Καὶ τὰ μὲν πρῶτα εἰς μικρὰν πόλιν, ἣ ὀλίγον ἀπεῖχεν τοῦ Ἴστρου, καταφεύγουσιν. Ὁ δὲ Ἀλέξανδρος τὴν μὲν φάλαγγα ἐπάγει παρὰ τὸν ποταμόν, τοὺς δὲ ἱππέας κατὰ μέτωπον· οἱ δὲ πολέμιοι λείπουσι καὶ τὴν πόλιν.

No hay comentarios:

Publicar un comentario