νεοσσιά (Att. νεοττιά) |
Καὶ ἔλεγε ὁ ἀετός· “Ἡ νεοττιὰ δῶρόν ἐστι τῇ γενναιοτάτῃ (< γενναῖος, lat. nobilis) ὄρνιθι”. Καὶ συναγείρει ἐκκλησίαν ὀρνίθων καὶ ἐρωτᾷ·
ὁ ἀετός |
ὁ κόκκυξ |
«Τίς ἐστιν ἡ ὄρνις ἡ γενναιοτάτη;»
Καὶ ὁ κόκκυξ ἀπεκρίνετο· «Κόκκυ».
Ἔπειτα ὁ ἀετὸς ἐρωτᾷ· «Τίς ἐστιν ἡ ὄρνις ἡ ταχίστη;»
Καὶ ὁ κόκκυξ ἀπεκρίνετο· «Κόκκυ».
Καὶ αὖθις ὁ ἀετὸς ἐρωτᾷ· «Τίς ἐστιν ἡ ὄρνις ἡ μουσικοτάτη;»
Καὶ ὁ κόκκυξ ἀπεκρίνετο· «Κόκκυ».
Τότε ὁ ἀετός ὀργιζόμενος ἔλεγε· «Κακόδαιμον κόκκυξ, ἀεὶ σεαυτὸν ἐγκωμιάζεις (Cast. encomio)· διὸ καταδικάζω σε μεγάλης ζημίας· οὔτε ταύτην τὴν νεοττιὰν οὔτ’ ἄλλην ἕξεις».
῞Οθεν ὁ κόκκυξ οὐκ ἔχει νεοττιάν, ἀλλ’ ἐν ταῖς τῶν ἄλλων ὀρνίθων νεοττιᾶς τίκτει.
No hay comentarios:
Publicar un comentario