Zouke, Anagnostikon: 46. Ἁρπαγὴ Περσεφόνης.


Περσεφόνη θυγάτηρ Δήμητρος ἦν. Παιδευθεῖσα δὲ καὶ ἀνατραφεῖσα ὑπ’ αὐτῆς λαμπρῶς καλλίστη καὶ σωφρονεστάτη τῶν παρθένων ἐγένετο. Ταύτην Πλούτων (θεὸς τοῦ ᾍδου, ἀδελφὸς τοῦ Διός) γυναῖκα ἠβουλήθη λαβεῖν.

Πορευθεὶς οὖν πρὸς τὸν Δία, τὸν ἀδελφόν, εἶπεν αὐτῷ· «Ζεῦ, βούλομαι Περσεφόνην γυναῖκα ἁρπάσαι». ῎Ελεγε δ᾽ ὅτι τοῦ ἔργου τούτου οὐδέποτε ἀπαλλαγήσοιτο*. Ζεὺς δὲ πεισθεὶς ἐπιτρέπει τοῦτο τῷ Πλούτωνι.

Συλλεγεῖσαι* οὖν ποτε αἱ παρθένοι εἰς τοὺς ἀγροὺς ἐπορεύθησαν ἄνθη συλλέξουσαι. Περσεφόνη δ’ ἀπαλλαγεῖσα τῶν ἄλλων συννήθροιζεν* ἄνθη. Αἴφνης ἡ γῆ διασχισθεῖσα (< διὰ-σχίζω) τὴν Περσεφόνην κατέπιε (< κατα-πίνω)· πράγματι δ’ ὅμως αὕτη ὑπὸ Πλούτωνος ἁρπαγεῖσα εἰς Ἅδου (· εἰς τὰ δωμάτια τοῦ ᾍδου) ἤχθη (< ἄγω).

Niccolò dell'Abbate, Ratto di Proserpina. Museo del Louvre. (Dominio público)




Αἱ ἄλλαι παρθένοι διασωθεῖσαι (< διασώζω: Pas. ‘llegar a salvo’) οἴκαδε ἐνόμισαν ταύτην εἰς βάραθρον κατακρημνισθῆναι (< κατα-κρήμναμαι = κατα-κρέμαμαι > ‘estar suspendido’). Δημήτηρ δὲ νυκτὸς καὶ ἡμέρας περιάγουσα λαμπάσι τὴν θυγατέρα οὐχ ηὕρισκεν.

᾽Επεὶ δ’ ἐμηνύθη (< μηνύω) αὐτῇ ὑπὸ ἑρμηνέων (< ἑρμηνεύς) ὅτι Περσεφόνη ὑπὸ Πλούτωνος ἁρπαγείη, προσῆλθε τῷ Διὶ κλαίουσα καὶ εἶπεν αὐτῷ· «Ζεῦ πάτερ, πῶς ἂν ἡσθείην (< ἥδομαι) καὶ τερφθείην (<τέρπομαι) ἐν τῷ βίῳ, εἰ τὸ λοιπὸν ἀναγκασθείην διάγειν ἄνευ τῆς θυγατρός;»

Ζεὺς δὲ μεταπεμψάμενος (<μεταπέμπω· lat. arcessere) Πλούτωνα λέγει αὐτῷ· «῏Ω Πλούτων, ἡ Περσεφόνη τὸ ἥμισυ μὲν τοῦ ἔτους μενέτω παρὰ σοί, τὸ δ’ ἕτερον παρὰ τῇ μητρί. Πορεύθητι οὖν, Περσεφόνη, πρὸς τὴν μητέρα».

Οὕτω Ζεὺς νομίσας τόν τε Πλούτωνα ἡσθήσεσθαι καὶ τὴν Δήμητρα ἀνακουφισθήσεσθαι (< ἀνα-κουφίζω) τὰ κατὰ Περσεφόνην ἔταξεν.

*ἀπαλλάττω
Act.: apartar
Med.: alejarse
Pas.: abstenerse

*Reunir
- ἀθροίζω: recoger, reunir
- λέγω, λέξω, ἕλεξα, εἵλοχα : escoger, reunir (cfr: colección, florilegio)
(≠ λέγω, ἐρῶ, εἶπον, εἴρηκα: decir
)

No hay comentarios:

Publicar un comentario