Zouke, Anagnostikon: 50. Τυρταῖος

   Λακεδαιμόνιοι ἡττώμενοι (νικάω ↔ ἡττάω) ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ πολὺ ἠνιῶντο (< ἀνιάω· ὀδύνην ἔχω). ᾽Επεὶ οὖν τὰ πάντα μηχανώμενοι οὐδὲν ἤνυον (< ἀνύω· τελευτάω), μετεπέμψαντο παρ’ ᾽Αθηναίων βοήθειαν.


Μεσσήνη

    Οἱ δὲ τὸν μέγα παρ’ αὐτοῖς τιμώμενον καὶ ἀγαπώμενον ποιητὴν Τυρταῖον*  ἔπεμψαν. ῾Ο δ’ εἰς Λακεδαιμόνα ἐλθὼν ἐπειρᾶτο τοὺς στρατιώτας ἐπὶ τὸν πόλεμον ἐπάγειν λέγων αὐτοῖς· « Ἄνδρες στρατιῶται, μὴ ἐν τῷ πολέμῳ ἀνιᾶσθε καὶ δειλιᾶτε· (δειλιάω· φοβέομαι) οὐδενὸς τῇ ἀρετῇ ἡττᾶσθε· αἰσχρὸν τὸ ἡττᾶσθαι καὶ πρὸ τῶν πολεμίων φεύγειν. Οὐκ ἀνιᾶσθε ἐπὶ τοῖς καταλελειμμένοις οἴκοι γέρουσι, γυναιξὶ καὶ παισί; κινδυνεύουσιν οὗτοι ὑπὸ τοῖς πολεμίοις γενέσθαι (γίγνομαι ὑπό τινι· δοῦλον ποιεῖσθαι εἰς τινά). Χρῆσθε παραδείγμασι τοῖς πατράσιν ὑμῶν. Οὗτοι τὸ πᾶν ἐν τῷ πολέμῳ ἐμηχανῶντο, ὥστε μηδέποτε ἡττᾶσθαι. Ὁρμώμεθα (< ὁρμή: lat. 'impetus')  οὖν καὶ ἡμεῖς ἐπὶ τοὺς πολεμίους πιστεύοντες τῇ νίκῃ καὶ πειρώμεθα τούτους νικᾶν. Οὕτω μόνον ἀγαπῴμεθα ἄν καὶ τιμῴμεθα ὑπὸ τῶν πολιτῶν ». Τούτοις τοῖς λόγοις ἔπειθε τοὺς στρατιώτας προθύμως ἐπὶ τὸν πόλεμον ὁρμᾶν.

* Τυρται̂ος, υἱὸς τοῦ Ἀρχεμβρότου, Μιλήσιος, ἐλεγειοποιὸς καὶ αὐλητής (cfr Suda).

No hay comentarios:

Publicar un comentario