Zouke, Anagnostikon: 34. ῾Η γυμναστική


    ῾Η γυμναστικὴ ἄσκησις λαμπρὰ (· κλεινὴ) τοῦ σώματος καὶ τοῦ πνεύματός ἐστι. Οἱ δ’ εὖ τὰ σώματα ἔχοντες ἀεὶ ὑγιαίνουσι (· ἰσχύουσι) καὶ ἡδέως τὸν βίον διάγουσι· πρῴ (lat. mane) τε γὰρ ἐκ τοῦ ὕπνου ἐγείρονται καὶ ἀσμένως ἐσθίουσι καὶ πίνουσι, πολὺ δ’ ἔτι εὐχαρίστως καθεύδουσιν. 

Resultado de imagen de gimnasia antigua grecia
ἀγωνίζονται δ’ ἀγωνισταί

   Οὕτω τὸ μὲν σῶμα αὐτῶν οὐδέποτε κακῶς ἔχει (lat. male se habet), τὸ δὲ φρόνημα ἀεὶ εὐγενές ἐστιν, ὥστε εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, εὐπρεπῶς δὲ πρὸς τοὺς πρεσβυτέρους, φιλοφρόνως δὲ πρὸς τοὺς ἀδυνάτους ἔχουσιν. ᾽Εν δὲ τοῖς πολεμικοῖς ἀγῶσι πάνυ ἀνδρείως μάχονται καὶ τῇ πατρίδι ὑπουργίαν (· ὑπηρεσίαν) προσ-φέρουσι.

   Διὰ ταῦτα ὑπὸ πάντων τῶν πολιτῶν γεραίρονται (γεραίρω: Pas. ‘ser celebrado, recibir honores’) καὶ τὸν λοιπὸν βίον σεμνῶς διάγουσι καὶ ἀποθνῄσκοντες δόξαν τοῖς υἱοῖς καταλείπουσι. Τοῖς δ’ ἀσθενῶς τὸ σῶμα ἔχουσι, καὶ λήθη (↔ μνήμη) καὶ ἀ-θυμία καὶ μανία πολλάκις ἐγ-γίγνονται.

No hay comentarios:

Publicar un comentario