Zouke, Anagnostikon: 35. Κῦρος ὁ νεώτερος


Κῦρος ὁ νεώτερος ἦν βασιλικώτατος καὶ ἀξιώτατος πάντων τῶν Περσῶν εἰς τὸ ἄρχειν. Παῖς ἔτι ὤν, ὄτε σὺν τῷ πρεσβυτέρῳ ἀδελφῷ ἐπαιδεύετο, δικαιότερος καὶ σωφρονέστερος αὐτοῦ ἐνομίζετο. Τῶν δ’ ἡλικιωτῶν (ὁ ἡλικιώτης: lat. aequalis) αἰδημονέστατος (< αἰδέομαι : lat. veneror, revereor) ἦν καὶ τοῖς πρεσβυτέροις ἐπείθετο προ-θυμότερον τῶν ὑποδεεστέρων (ὑποδεής < δέομαι : lat. inferior, minor). ῎Επειτα δὲ φιλιππότατος ἦν (φίλιππός εἰμι = ἀγαπῶ τοὺς ἵππους). ἔκρινον δ’ αὐτὸν καὶ τῆς τοξικῆς καὶ τῆς ἀκοντίσεως φιλο-μαθέστατον εἶναι καὶ μελετηρότατον. ῞Οτε δ’ ἐν ἡλικίᾳ ἦν, φιλο-θηρότατος (φιλόθηρος: ὁ ἀγαπῶν τὸ κυνήγιον) καὶ φιλο-κινδυνότατος ἦν καὶ τοῖς μὲν φίλοις πραότατος (πρᾶος: lat. mitis), τοῖς δ’ἐχθροῖς τραχύτατος (τραχύς : cfr tráquea) καὶ φοβερώτατος ἀνταγωνιστὴς ἦν. 
Resultado de imagen de greek archery
ἡ τοξική τέχνη


ἡ ἀκόντισις


Σατράπης δὲ τῆς Λυδίας ὤν ἐν βραχυτάτῳ χρόνῳ ἄρχων ἱκανώτατος καὶ ἐγκρατέστατος γίγνεται. Πᾶσαι δ’ αἱ πόλεις προθύμως ἐπείθοντο αὐτῷ καὶ εὐδαιμονέστεροι ἢ πρὶν ἦσαν καὶ πάντες δ’ οἱ φίλοι πιστότεροι αὐτῷ ἦσαν.

Comp.: -τερος -τέρα -τερον
Superlat.: -τατος -τάτη -τατον

No hay comentarios:

Publicar un comentario