ὁ ἀμπελών
|
ὁ κῆπος
|
᾽Επειδὴ δ’ ὁ γέρων καὶ ἡ μήτηρ πρᾶοι (· μαλακοί) ἦσαν πρὸς τοὺς παῖδας, οὗτοι τούς τε ἀγροὺς οὐκ ἐθεράπευον καὶ ἐν ὁμονοίᾳ (lat. concordia) οὐ διῆγον (διάγω· τὸν βίον διάγω, ζῶ). Αἰσθανόμενος δ’ ὁ γέρων τὸ τέλος τοῦ βίου ἐγγὺς λέγει τοῖς παισίν· « ῏Ω παῖδες, ἕως μὲν ὑγιὴς ἦν, μετὰ πολλοῦ καὶ μεγάλου πόνου τοὺς ἀγροὺς ἐθεράπευον καὶ πολλὰ τἀγαθὰ εἴχομεν. Νῦν δ’ αἰσθάνομαι τὸ τέλος τοῦ βίου ἐγγύς. ᾽Εν τοῖς ἀγροῖς μέγαν θησαυρὸν ἔχω. ᾽Εὰν τούτους θεραπεύσητε, εὑρήσετε τὸν θησαυρόν».
Τῷ ὄντι δ’ οἱ παῖδες μετὰ τὸν θάνατον τοῦ πατρὸς πᾶσαν τὴν ἄμπελον καὶ τοὺς ἀγροὺς ἐν ὁμονοίᾳ ἐθεράπευσαν, θησαυρὸν δ’ ὅμως οὐχ ηὕρισκον, οἱ δ’ ἀγροὶ καὶ ἡ ἄμπελος διὰ τοῦτο πολὺν τὸν καρπὸν παρεῖχον. ᾽Εκ τούτου οἱ παῖδες ἐν ὁμονοίᾳ διῆγον καὶ ἐν πολλοῖς ἀγαθοῖς ἦσαν.
No hay comentarios:
Publicar un comentario