Zouke, Anagnostikon: 36. A' Κροῖσος καὶ Σόλων




   Κροῖσος ὁ Λυδῶν βασιλεὺς πλουσιώτατος καὶ κράτιστος ἐνομίζετο εἶναι. Ἧκε δέ ποτε εἰς Σάρδεις Σόλων ὁ Ἀθηναῖος. Τοῦτον ὁ βασιλεὺς προθυμότατα καὶ λαμπρότατα ἐ-ξένισεν (ξενίζω: lat. hospitio excipio), ἐκέλευσε δὲ τοὺς θεράποντας τὸν ξένον περιάγειν κατὰ τοὺς μεγίστους (μέγας < μείζων < μέγιστος) θησαυρούς. ῎Επειτα δὲ λέγει αὐτῷ· « ῏Ω ξένε Ἀθηναῖε, σὺ μάλιστα προέχεις (‘aventajas, superas’) σοφίᾳ πάντων Ἀθηναίων. σωφρονέστερον καὶ δικαιότερον παντὸς ἄλλου κρίνεις. Βούλομαι ἀκούειν σου, εἰ νομίζεις ἄλλον εὐδαιμονέστατον».
Λυδοί, κάτοικοι τῆς Λυδίας, χώρας τῆς Ἀσίας, ἧς πρωτεύουσα αἱ Σάρδεις



   Σόλων δ’ οὐ τὰ ἡδίω, ἀλλὰ τὰ ἀληθέστερα προκρίνων ἀποκρίνεται· «Οὐκ ἀεὶ οἱ τύραννοι εὐδαίμονές εἰσιν· οὗτοι γὰρ τῶν μεγίστων μὲν ἀγαθῶν ἐλάχιστα (μικρός < ἐλάττων < ἐλάχιστος) μετέχουσι, τῶν μεγίστων δὲ κακῶν πλεῖστον (πολύς < πλεῖων < πλεῖστος) μεταλαμβάνουσιν. ᾽Εγὼ πλέον σοῦ μακαρίζω τοὺς παῖδας τῆς Ἀργείας ἱερείας Κλέοβιν καὶ Βίτωνα.

Οὗτοι πάντων τῶν Ἀργείων ἐρρωμενέστατοι (ἐρρωμένος 3 < ῥώννυμι : robustus ↔ ἄρρωστος : infirmus) ἦσαν καὶ ἐν τοῖς ἀγῶσιν οὐδενὸς χείρους, ἆθλα δὲ πλεῖστα καὶ λαμπρότατα ἐλάμβανον. Διὸ καὶ εὐνούστατοι (εὔνους : εὐμενής) αὐτοῖς οἱ θεοὶ ἦσαν· οὔσης γὰρ ἑορτῆς τῇ Ἥρα, ἐπεὶ οἱ βόες ἐκ τοῦ ἀγροῦ οὐ παρῆσαν, οἱ νεανίαι ἐλαύνοντες τὴν ἱερὰν ἅμαξαν μετὰ τῆς μητρὸς εἰς τὸ ἱερὸν κομίζουσιν θᾶττον (ταχύς < θάττων) τῶν βοῶν. Διὸ καὶ ἀρίστη ἡ τελευτὴ τοῦ βίου ἦν αὐτοῖς· δῶρον γὰρ μέγιστον καὶ ἥδιστον πέμπουσιν οἱ θεοὶ θάνατον· μετὰ γὰρ τὴν ἑορτὴν νήδυμος (: νήγρετος) ὕπνος καταλαμβάνει αὐτούς».




No hay comentarios:

Publicar un comentario