Zouke, Anagnostikon: 36. B' Κροῖσος καὶ Σόλων


  Κροῖσος δὲ λέγει τὸ δεύτερον. « ᾽Εγὼ οὔκ εἰμι τῶν ἄλλων;»

   Σόλων δ’ ἀποκρίνεται· «Οὐχ ἧττον (κακός < ἥττων < ἥκιστα) τούτων μακαρίζω Τέλλον τὸν Ἀθηναῖον. Τούτῳ παῖδες ἦσαν βέλτιστοι (ἀγαθός < βελτίων < βέλτιστος) καὶ τελευτὴ τοῦ βίου ἦν αὐτῷ καλλίστη· στρατεύσας γὰρ ἐπὶ Μεγαρέας κάλλιστα ἀποθνῄσκει. Οἱ δ’ Ἀθηναῖοι δημοσίᾳ (↔ ἰδίᾳ) θάπτουσι τοῦτον καὶ οὐδένα ἐν μείζονι (μέγας < μείζων < μέγιστον) τιμῇ εἶχον». 



Solón ante Creso. Gerard van Honthorst. 1624. Museo de Arte de Hamburgo (fuente: http://www.wga.hu/index1.html)

   ᾽Επὶ τούτῳ τῷ λόγῳ χαλεπώτερον εἶχεν (χαλεπῶς ἔχω ἐπί τινι : ἀγανακτέω ) ὁ βασιλεὺς ἢ πρότερον. Διὸ λέγει· «῏Ω ξένε Ἀθηναῖε, ἐγὼ δ’ οὐδενός εἰμι κρείττων (ἀγαθός < κρείττων < κράτιστος), οὐδ’ εὐδαιμονέστερος;»

   Ὁ δὲ Σόλων λέγει· «῏Ω βασιλεῦ, πλοῦτον μὲν ἔχεις πλείω καὶ δύναμιν μείζω τῶν ἄλλων ἀνθρώπων, πλεῖσται δ’ ὅμως τύχαι τῷ ἀνθρώπῳ γίγνονται μέχρι τῆς τελευτῆς. Ὁ θάνατος δὲ μόνον ἐλέγχει ταύτας ἀκριβέστερον (< ἀκριβής) παντὸς ἄλλου. ᾽Εὰν μέχρι τέλους τοῦ βίου εὐδαιμονέστατος διάγῃς, τότε καὶ σὲ λέξω εὐδαίμονα».

No hay comentarios:

Publicar un comentario