Zouke, Anagnostikon: 31. Οἱ Σπαρτιᾶται. Β΄. Ἀγωγὴ τῶν νέων ἐν Σπάρτη.

    Οἱ Λακεδαιμόνιοι οὐκ ἐπαίδευον οὐδ’ ἔτρεφον τοὺς παῖδας, ὡς ἐβούλοντο. Ἀπὸ τοῦ ἑβδόμου ἔτους κατὰ τοὺς Λυκούργου νόμους ἡ πόλις παρελάμβανε τὰ τέκνα τῶν Σπαρτιατῶν καὶ κατελόχιζεν (καταλοχίζω: διαμοιράομαι) αὐτὰ εἰς ἀγέλας.
Resultado de imagen de rebaño de caballos
ἡ τῶν ἵππων ἀγέλη

῎Εταττε δ’ αὐτοῖς ἄρχοντα τὸν διαφέροντα (‘que se distingue’) τῇ φρονήσει καὶ τὸν θυμοειδῆ (‘de carácter resuelto’) ἐν τῇ μάχῃ. Πρὸς τοῦτον οἱ νέοι ἀπέβλεπον (lat. respicio) ἀεὶ καὶ προθύμως ἔπραττον τὰ ὑπ’ αὐτοῦ [sc. τοῦ ἄρχοντος] παραγγελλόμενα ('órdenes'). Οἱ δὲ πρεσβύτεροι τοῖς παιδίοις παίζουσιν ἐπέβλεπον (lat. inspicio). Γράμματα δ’ ὀλίγα ἐδίδασκον τοὺς νέους, ὅσα ἡ χρεία (: ἀνάγκη ) ἐπέβαλλεν αὐτοῖς· ἡ δ’ ἄλλη παιδεία ἐγίγνετο πρὸς τὸ ἄρχεσθαι (: ὑπακούειν) καλῶς.

Resultado de imagen de solón
ἄρχεσθαι μαθὼν ἄρχειν ἐπιστήσῃ*.  Σόλων


* Quien ha aprendido a obedecer, sabrá mandar.



No hay comentarios:

Publicar un comentario