Zouke, Anagnostikon: 30. Πᾶν μέτρον ἄριστον


῎Εστι παροιμία. ῎Εστε ἐγκρατεῖς καὶ μηδὲν ἄγαν πράττετε· ἡ γὰρ ὑπερβολὴ ('exceso') τοῖς ἀνθρώποις ἀεὶ λύπην παρέχει. Τὴν μετρίαν δίαιταν (cfr. cast. dieta) διώξατε. ἡ γὰρ ἀκολασία (↔ σοφροσύνη) ταύτης πολλών κακῶν αἰτία ἐστίν.

Resultado de imagen de μέτρον ἄριστον.

Ἄγε δή, ὦ φίλε, κάτεχε (‘domina’) πεῖναν καὶ δίψαν καὶ φεῦγε τὰς ἄλλας ἐπιθυμίας· πολλοὶ γὰρ ἐν μεσταῖς τραπέζαις διεφθείρουσι δίψαν ἐσθλῶν (: λαμπρῶν, ἐνδοξῶν) ἔργων. Εἰ δὲ δόξαν καὶ τιμὴν διώκεις, ἡ τόλμα (cfr lat. audacia -in malam partem-) μὴ ἀρχέτω (< ἄρχω) σωφροσύνης. Θαύμασον δὲ καὶ τοὺς τὴν φιλαργυρίαν φεύγοντας· λέγουσι γὰρ ταύτην ῥίζαν τῶν ἀδικιῶν εἶναι. Γυμνάσατε τό τε σῶμα καὶ τὴν ψυχὴν ἐπ’ ἀρετὴν καὶ ἀπο-βλέψατε πρὸς τοὺς ἐν μετρίᾳ διαίτῃ διάγοντας (διάγω· τὸν βίον διάγω, ζῶ). Μάλιστα δὲ οἱ λόγοι μέτρον ἐχόντων καὶ φευγόντων τὴν ὑπερβολήν· ἡ γὰρ τῆς γλώττης ἀκολασία πολλοῖς λύπην καὶ αἰσχύνην (: αἰσχρὸν πρᾶγμα) φέρει. ῎Ισθι οὖν φιλ-αλήθης, ὦ φίλε, καὶ μὴ πολλὰ λέγε, ἀλλὰ καλά· οὐ γὰρ ἐν τῷ πολλῷ τὸ εὖ, ἀλλ’ ἐν τῷ εὖ τὸ πολύ. Ὀρθῶς δ’ ἔτι καὶ νῦν ἔχει ὁ λόγος· « ῾Η γλῶττα πολλῶν ἐστι κακῶν αἰτία».

No hay comentarios:

Publicar un comentario