Zouke, Anagnostikon: 25. Ἀγησίλαος ἐν Αὐλίδι Βοιωτίας

᾽Επεὶ οἱ Σπαρτιᾶται ἡγεμόνες ἐν ῾Ελλάδι ἐγεγόνεσαν, ἐκέλευσαν Ἀγησίλαον πορεύεσθαι εἰς Ἀσίαν ἀπαλλάξοντα (ἀπαλλάττω: apartar, librar) τῶν δεινῶν (τὰ δεινά: ‘los peligros’) τοὺς ἐν ᾽Ασίᾳ ῞Ελληνας. Ἀγησίλαος δὲ παρεσκευάκει θυσίαν ἐν Αὐλίδι, ἔνθαπερ λέγουσι καὶ Ἀγαμέμνονα, ὅτε ἐπὶ Τροίαν ἐστράτευε, τεθυκέναι (< θύω). ῾Ιππεῖς δ’ ὅμως τῶν Βοιωτῶν τὰ ἐπὶ τοῦ βωμοῦ ἱερὰ διερρίφεσαν (< διαρρίπτω. ρίπτω : βάλλω) καὶ τοὺς στρατιώτας τοῦ Ἀγησιλάου ἐδεδιώχεσαν (< διώκω).

Reconstrucción histórica de cómo habría sido Agesilao II de Esparta
Ἀγησίλαος*

Ἀγησίλαος δὲ τοῖς βοιωτάρχοις (: ταῖς τῆς Βοιωτίας ἀρχαῖς) ἐμήνυσεν (<μηνύω: 'anunciar')· «᾽Εγώ τε καὶ οἱ ἐμοὶ στρατιῶται οἰόμεθα οὐδὲν κακὸν ὑμῖν πεπραχέναι. ῾Υμεῖς δ’ ὅμως τὰ ἱερά τε ἐκ τοῦ βωμοῦ διερρίφατε καὶ δεδιώχατε τοὺς μέλλοντας θύσειν. ᾽Επεὶ οὖν ταῦτα πεπράχατε, τοὺς θεοὺς πολεμίους ἕξετε ». Εὐθὺς δὲ μετὰ τοῦτο ᾤχετο (< οἴχομαι = ἀπέρχομαι) εἰς ῎Εφεσον.

*Agesilao II, rey de Esparta (388-358 a.C.)

No hay comentarios:

Publicar un comentario