Zouke, Anagnostikon: 22. Ἀθηναῖοι ἄνδρες


Αἱ Ἀθῆναι πατρὶς ἀνδρῶν σοφῶν, ποιητῶν, ῥητόρων καὶ στρατηγῶν ἦν.

᾽Εν τοῖς σοφοῖς (: μεταξύ τῶν σοφῶν) καταλέγουσι Σωκράτη καὶ Πλάτωνα,
ἐν τοῖς ποιηταῖς Σοφοκλέα καὶ Εὐριπίδην,
ἐν τοῖς ῥήτορσι Δημοσθένη καὶ Αἰσχίνην,
ἐν δὲ τοῖς στρατηγοῖς Περικλέα καὶ Θεμιστοκλέα.




Resultado de imagen de sócrates platón
Τῷ Σωκράτει οἱ νέοι συνῆσαν (σὺν + εἰμι τιν: ‘acudir a alguien’) καὶ φιλοσοφίαν ἐδιδάσκοντο,
τοῦ δὲ Σοφοκλέους καὶ Εὐριπίδου τὰ ἔργα ἔτερπεν (τέρπω: ‘deleitar’) ἐν τῷ θεάτρῳ τοὺς θεατάς.
Τῷ Δημοσθένει καὶ Αἰσχίνῃ ὁ δῆμος ἐν τῆ ἐκκλησίᾳ προσεῖχε [τὸν νοῦν/τὴν διάνοιαν/τὴν γνώμην/abs.: ‘dirigir la atención, prestar atención’] καὶ αὐτῶν ἀσμένως (lat. libenter) ἤκουε·
Περικλέους ἡ ἀρχὴ «χρυσοῦς αἰὼν» τῶν Ἀθηνῶν ὠνομάζετο.
Θεμιστοκλέα δέ, ὅτι αἴτιος τῆς ἐν Σαλαμῖνι ἥττης (ἧττα ↔ νίκη) τῶν βαρβάρων ἦν, οἱ ῞Ελληνες ἐν τιμῇ εἶχον (ἐν τιμῇ ἔχω: τιμάω).


Resultado de imagen de escuela de atenas analisis



 

No hay comentarios:

Publicar un comentario