Zouke, Anagnostikon: 9. Ξυλευόμενος



Γεωργὸς καθ’ἡμέραν ἔξω τοῦ ἄστεως παρὰ τὸν ποταμὸν ἐπορεύετο. ᾽Ενταῦθα ὁτὲ μὲν ἰχθῦς καὶ ἐγχέλεις ἡλίευεν, ὁτὲ δὲ τῷ πελέκει ἐξυλεύετο· μετὰ δὲ τὴν δύσιν τοῦ ἡλίου εἰς τὴν πόλιν ἐπὶ τοῦ ἵππου τὰ ξύλα (ξύλον· τοῦτ' ἔχομεν κατακόψαντες τὰ δένδρα, καὶ χρῶνται ξύλῳ οἱ ναυπηγοὶ καὶ οἱ τέκτονες)· ἔφερεν. ᾽Εκφεύγει δ’ ὅμως ποτὲ ὁ πέλεκυς καὶ εἰς τὸν ποταμὸν πίπτει.
 
Resultado de imagen de anguila de río
ἔγχελυς -υος
Resultado de imagen de hacha de dos filos leña
ὁ πέλεκυς -εως
  
᾽Εκαθέζετο οὖν περίλυπος παρὰ τὴν ὄχθην καὶ ἐπὶ τῇ ἀπωλείᾳ τοῦ πελέκεως ὠδύρετο. 

Resultado de imagen de ribera del río
ἡ ὄχθη τοῦ ποταμοῦ

῾Ο δὲ θεὸς ἀναδύεται ἐκ τοῦ ποταμοῦ, τὴν αἰτίαν τῆν θλίψεως μανθάνει καὶ οἰκτίρει (: λυπεῖται) αὐτόν. Εὐθὺς τοίνυν εἰς τὸν ποταμὸν καταδύεται (: βυθίζεται) καὶ μετ’οὐ πολὺ ἀναφέρει δύο πελέκεις, τὸν μὲν δύο πήχεων (πῆχυς: μέτρον μήκους = 41,8 cm) ἐκ χρυσοῦ, τὸν δ’ ἕτερον τοῦ γεωργοῦ. Οὗτος δ’ ὅμως φύσεως ἦν ἀγαθῆς καὶ λαμβάνει τὸν οἰκεῖον (: τὸν ἰδικὸν ἑαυτοῦ). ῾Ο θεὸς ἥδεται (: εὐχαριστεῖται) ἐπὶ τῆ συνέσει καὶ φρονήσει τοῦ γεωργοῦ καὶ παρέχει αὐτῷ ἀμφοτέρους τοὺς πελέκεις.

῾Ο γεωργὸς μετὰ τοῦτο φέρων τοὺς πελέκεις πρὸς τοὺς ἑταίρους ἔρχεται καὶ τὴν κτῆσιν (↔ ἀπώλεια) τῶν πελέκεων λέγει αὐτοῖς.

Τούτων εἷς νομίζει ῥᾳδίαν (: εὔκολον) τὴν κτῆσιν ἀγαθῶν καὶ πρὸς τὸν ποταμὸν ἔρχεται, εἰς ὅν ἐξεπίτηδες (‘a propósito’) τὸν πέλεκυν ῥίπτει· μετὰ δὲ τὴν πρᾶξιν παρὰ τὸν ποταμὸν ἔμενε καὶ ὁμοίως τῷ πρώτῳ ὠδύρετο. ᾽Επιφαίνεται δ’ αὖθις ὁ θεὸς καὶ μετὰ δύο καταδύσεις ἐκφέρει ὁμοίως δύο πελέκεις. Ὁ δὲ ξυλοκόπος, ὡς τὸ ἐκ χρυσοῦ ὁρᾷ (: βλέπει), «οὗτός ἐστιν ἀληθῶς ὁ πέλεκυς» λέγει. Ὁ θεὸς δ’ὅμως ἐπὶ τῇ ὕβρει αὐτοῦ ὀργίζεται καὶ κατέχει ἀμφοτέρους τοὺς πελέκεις, τῷ δὲ ξυλοκόπῳ λέγει· «τῶν κακῶν πράξεων ἀμοιβή (‘castigo, venganza, pago por una mala acción’) ἐστι καὶ τῶν οἰκείων ἀγαθῶν ἡ ἀπώλεια ».

No hay comentarios:

Publicar un comentario