Ὁ Νεῖλος (Νεῖλος, ποταμὸς τῆς Αἰγύπτου διασχίζων αὐτὴν) τὸ πάλαι Αἴγυπτος ὠνομάζετο καὶ ἥρως τῶν Αἰγυπτίων ἦν. ῾Ως δ’ οἱ ἄλλοι ἥρωες, οὕτω καὶ ὁ Νεῖλος ὑπὸ τῶν κατοίκων ἐθεραπεύετο καὶ θεὸς ὑπ᾽αὐτῶν προσηγορεύετο. Τῷ ἥρωι τούτῳ καὶ τοῖς ἄλλοις ἥρωσι ναοὶ ἦσαν.
῾Ο Νεῖλος πληθύει ἰλύος (ἰλύς -ύος ἡ : limo) καὶ ἰχθύων ὑπὸ δὲ τὴν ἰλὺν οἱ ἰχθύες τὰ ᾠὰ τίκτουσιν. Ὅτε πλήμυρα γίγνεται, τῇ ἰλύι τοῦ Νείλου οἱ ἀγροὶ πιαίνονται (< πίων: παχύνονται) καὶ εὔφορα τὰ περὶ αὐτὸν πεδία γίγνεται· ὑπὸ γὰρ τῆς ἰλύος αἱ τῶν καρπῶν ῥίζαι ἰσχὺν καὶ τροφὴν λαμβάνουσι.
ἡ πλήμυρα (jun-sep)↔ ἡ ἄμπωτις (oct-jun) |
Πᾶσα δ’ ἡ χώρα ψιλὴ (: γυμνὴ) δρυῶν καὶ πιτύων καὶ ἄλλων δένδρων ἐστί.
ἡ πιτύς -ύος |
ἡ δρύς -υός
|
Μόνον δ’ ἀπὸ Θηβῶν (: πόλις τῆς Αἰγύπτου ἀκμάσασα) ὀγδοήκοντα σταδίους (: μέτρον μήκους τῶν ἀρχαίων ἰσοδυναμοῦν 186 μέτρα) ἐπιτυγχάνει τις κλιτύσι καὶ ὀρεινοῖς ὀφρύσι ('laderas y cumbres montañosas')·
ἡ κλιτύς -ύος καὶ ἡ ὀφρύς -ύος |
κατὰ τὰς κλιτῦς δὲ ταύτας ἄμπελοι φύονται καὶ βότρυες γίγνονται, ἐκ δὲ τῶν βοτρύων οἶνος ἐξαίρετος (< ἐξ + αἱρέω). Κίνδυνος δ’ ὅμως τοῖς βότρυσι καὶ στάχυσίν εἰσιν οἱ μύες· ἀφθόνους γὰρ ἡ χώρα τρέφει μῦς, οἵ τοὺς στάχυς καὶ βότρυς φθείρουσι.
βότρυες |
μύες ἐν στάχυσιν |
No hay comentarios:
Publicar un comentario