Zouke, Anagnostikon: 10. ῾Η Περσία



῾Η Περσία πεδινὴ καὶ παμφόρος χώρα ἐστί. Πληθύει δὲ ποταμῶν καὶ λιμνῶν, ἔνθα οἱ ἁλιεῖς ἰχθῦς ἁλιεύουσιν. ᾽Εν τοῖς πεδίοις οἱ μὲν γεωργοί τοῖς βουσὶ τοὺς ἀγροὺς ἀροῦσιν (= ἀροτρευούσιν), οἱ δὲ νομεῖς ἀγέλας βοῶν καὶ ἵππων νέμουσι, πολλαχοῦ δὲ καὶ γρᾶες βουκόλοι εἰσί.
Resultado de imagen de anciana
ἡ γραῦς γραός 

Resultado de imagen de ganado mayor con vaquero
οἱ βουκόλοι


Οἱ βασιλεῖς τῆς Περσίας μεθ’ ἱππέων εἰς τὰς σατραπείας ἤλαυνον (ἐλαύνω· ἐξέρχομαι πρὸς περιοδείαν), οἱ δ’ ἱερεῖς τοῦ ἄστεως συμπρούπεμπον (συμπροπέμπω: ‘escoltar’) τοῖς βασιλεῦσι καὶ βοῦς τοῖς θεοῖς ἔθυον· οἱ δ’ ἐν αὐταῖς κάτοικοι ὑπεδέχοντο τοὺς βασιλέας καὶ προσεκόμιζον (προσκομίζω: προσφέρω) αὐτοῖς δῶρα· βοῦς καὶ ἵππους χρυσοχαλίνους (‘con riendas de oro’). Καὶ οἱ πτωχοὶ δὲ τῶν ὑπηκόων ―χαλκεῖς (: σιδηρουργοί), σκυτεῖς (κατεργαζόμενοι τὰ δέρματα, βυρσοδέψεις, σκυτοτόμοι) καὶ βουκόλοι― προσέφερον ὅπλα, τυρὸν καὶ τρωκτά (= τρωγάλια : ἐδώδιμοι καρποί). ῾Ο δὲ βασιλεύς, ὅτε εἰς τὴν πόλιν ἐπανῆγεν (ἐπανάγω: ἐπανέρχομαι ↔ ἐξέρχομαι), δῶρα ὁμοίως διὰ πρέσβεων ἔπεμπε τοῖς σατράπαις καὶ τοῖς σπουδαίοις τῶν κατοίκων.

No hay comentarios:

Publicar un comentario