Zouke, Anagnostikon: 11. Ἀλώπηξ καὶ κόραξ



Κόραξ ποτὲ ἁρπάζει μοῖραν (: τὸ τέμαχος; τεμάχιον) τυροῦ καὶ εἰς κοίλην φάραγγα καταφεύγει.

Resultado de imagen de rebanada de queso
μοῖρα τυροῦ
Resultado de imagen de buitrera

κοίλη φάραγξ
᾽Ενταῦθα ἐπὶ δένδρου ἐκαθέζετο. ᾽Εν τῆ φάραγγι γῦπες καὶ ἱέρακες καὶ ἱκανὸς ἀριθμὸς κωνώπων, τεττίγων καὶ ἄλλων ὀρνέων (= πτηνῶν) διέμενεν. 
Resultado de imagen de mosquito

κώνωψ
Resultado de imagen de cigarra
τέττιξ

Ἀλώπηξ δὲ παρὰ τὸ σπήλαιον τῆς φάραγγος ἀνεπαύετο. ῾Ως δὲ τὸν κόρακα αἰσθάνεται (: βλέπει), σπεύδει ὑπὸ τὸ δένδρον καὶ λέγει αὐτῷ· «᾽Αληθῶς ὡς καλὸς εἶ, ὡς καλοὺς ὄνυχας καὶ πτέρυγας ἔχεις· εἰ καὶ φωνὴν εἶχες, βασιλεὺς ἂν τῶν ὀρνέων ἦσθα (cfr εἰ φίλον εἶχον, εὐδαίμων ἂν ἦν: si amicum haberem, felix essem)». 

Resultado de imagen de garras de cuervo

ὄνυχες καὶ πτέρυγες τοῦ κόρακος

Ταῦτα δ’ ἔλεγε πρὸς ἀπάτην. Ὁ κόραξ δ’ ὅμως τὴν τῆς ἀλώπεκος πονηρίαν οὐκ αἰσθάνεται καὶ εὐθὺς ἐκβάλλει τὸν τυρὸν καὶ ἀνακράζει. Ἡ δὲ τοῦτον λαμβάνει καὶ λέγει· « ῏Ω κόραξ, ἀληθῶς φωνὴ μὲν ἦν σοι, νοῦν δ’ οὐκ εἶχες».

No hay comentarios:

Publicar un comentario