Πηλεὺς (ἥρως ἀρχαῖος, βασιλεὺς τῆς Φθίας) καὶ Θέτις (θεά, θυγάτηρ τοῦ Νηρέως, θεοῦ τῶν ὑδάτων) ἐν τοῖς γάμοις ἀγαθὰς (: καλὰς) περὶ τῆς εὐτυχίας ἐλπίδας εἶχον. Διὸ ἐν τῷ δώματι (= τὸ ἀνακτόρῳ) κόσμον λᾳμπρὸν κατεσκεύαζον καὶ τοὺς τῆς Φθίας κατοίκους ὡς καὶ τοὺς θεοὺς ἐδέχοντο πλὴν τῆς ῎Εριδος.
Οἱ γάμοι Πηλέως καὶ Θέτιδος |
Προσέρχονται οὖν οἱ μὲν θεοὶ σὺν θώραξι καὶ ἀσπίσι καὶ ἄλλοις ὅπλοις λαμπροῖς εἰς τὸ δῶμα, οἱ δὲ κάτοικοι μετὰ τῶν παίδων εἰς τὴν αὐλὴν τῶν βασιλείων μένουσιν. ῾Η θεὰ δ’ ὅμως ῎Ερις ὀργίζεται καὶ ἐν μέσῳ τῷ δώματι μῆλον ῥίπτει. ᾽Επιγραφὴ δ’ ἐπ’ αὐτοῦ ἦν «τῇ καλλίστῃ». ᾽Εν ταῖς θεαῖς ἦσαν ἡ ῞Ηρα, ἡ Ἀθηνᾶ καὶ ἡ Ἀφροδίτη.
ἡ Ἀθηνᾶ, θυγάτηρ τοῦ Διός, θεὰ τῆς σοφίας, ἡ Ἀφροδίτη, θεὰ τοῦ κάλλους καὶ ἡ ῞Ηρα, σύζυγος τοῦ Διός, θεὰ τῆς οἰκογενειακῆς ἑστίας. |
Τούτων ἡ μὲν ῞Ηρα τῇ σεμνότητι τῶν ἄλλων διέφερεν, ἡ Ἀθηνᾶ τῇ τῶν γραμμάτων σοφίᾳ καὶ τῇ ὁπλίσει (ἡ ὅπλισις) ὑπερεῖχεν, ἡ δ’ Ἀφροδίτη τῇ τῆς ἐσθῆτος πολυτελείᾳ καὶ τῇ τοῦ σώματος χάριτι τὰς ἄλλας ὑπερέβαλλεν. Αὗται οὖν περὶ τοῦ μήλου ἤριζον καὶ τὴν τῆς ἑορτῆς φαιδρότητα (‘alegría’) διέλυον.
Τέλος Πάριδι τῷ τοῦ Πριάμου ἐπιτρέπουσι τὴν κρίσιν καὶ λέγουσιν· «῏Ω Πάρι, ἐπιτρέπομέν σοι τὴν κρίσιν περὶ τῆς καλλίστης». Οὗτος δὲ θαυμάζει μὲν τῆς ῞Ηρας τὸ σχῆμα (σχῆμα· ὄψις) καὶ τῆς Ἀθηνᾶς τὴν ἀσπίδα καὶ κόρυν (ἡ κόρυς κόρυθος: περικεφαλαῖα), προσφέρει δὲ τὸ μῆλον τῇ Ἀφροδίτη.
ἡ κρίσις τοῦ Πάριδος |
No hay comentarios:
Publicar un comentario