Ὅριον (frontera) τῆς Θετταλίας τὸ παλαιὸν πρὸς τῇ θαλάττῃ (= πρὸς τὸ μέρος τῆς θαλάσσης), ἦν ἡ παραλία (= ὁ αἰγιαλός) ἀπὸ Θερμοπυλῶν μέχρι τῆς ἐκβολῆς (desembocadura) τοῦ Πηνειοῦ ποταμοῦ. Πρὸς τὴν μεσόγαιαν ἡ χώρα πεδίον ἐστί, κύκλῳ δ᾽ ἄκραι τὴν χώραν περικλείουσι.
De Evgeni Dinev - Flickr, CC BY 2.0, https://commons.wikimedia.org/w/index.php?curid=3011222 |
Τῶν κατοίκων τῆς Θετταλίας οἱ μὲν ταγοὶ (: οὕτως ὠνομάζοντο οἱ ἄρχοντες τῆς Θεσσαλίας) κύριοι τῆς χώρας ἦσαν, οἱ δὲ γεωργοὶ τοὺς ἀγροὺς ἐθεράπευον καὶ ἐν ταῖς νομαῖς (<νέμω: pastizales) τὰ ποίμνια ἔνεμον (=ἔβοσκον). ᾽Εν Θετταλίᾳ οἱ ποταμοὶ ἐν ταῖς πηγαῖς μικροί εἰσιν, ἐν δὲ τοῖς πεδίοις πολλαχοῦ λιμνάζουσιν (se estancan). Οἱ ποταμοὶ τὴν χώραν πολλάκις κατακλύζουσι (inundan) καὶ τὴν γεωργίαν καὶ τὰς νομὰς βλάπτουσιν. Οἱ κάτοικοι τότε ἐν ἀπορίᾳ εἰσίν. ᾽Εν ταῖς εὐφορίαις (periodos de cosecha) δ’ ὅμως ἡ Θετταλία ἐκφέρει σῖτον, κριθάς, ὀπώρας· τρέφει δὲ ἀγέλας ἵππων καὶ προβάτων. Τὴν δ’ ἐκ τῶν ἀγρῶν κομιδὴν (< κομίζω) ἐφ’ ἁμαξῶν εἰς τὰ ταμιεῖα (= τὰς ἀποθήκας) τῶν οἰκιῶν φέρουσι.
No hay comentarios:
Publicar un comentario