23. Iesus a diabolo temptatus




            Μετὰ ταῦτα ὁ Ἰησοῦς πλήρης τοῦ ῾Aγίου Πνεύματος ἤγετο εἰς τὴν ἔρημον, πειρασθῆναι ὕπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασεν.
 
Καὶ προσελθὼν ὁ διάβολος εἶπεν αὐτῷ·
― «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος».
Ἀπεκρίθη ὁ Ἰησοῦς·
― «Γέγραπται, ὅτι ‘Οὔκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἅνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ ἐκ τοῦ στόματος τοῦ Θεοῦ’».

            Ἔτι δύο ἄλλους πειρασμοὺς ὑπέμεινεν ὃ Ἰησοῦς, καὶ τότε ἀφῆκεν αὐτὸν ὁ διάβολος, καὶ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Salterio iluminado, ca. 1222. Copenhagen, Det Kongelige Bibliotek.

No hay comentarios:

Publicar un comentario