Τῇ ἐπαύριον
πάλιν εἶδεν ὁ Ἰωάννης τὸν Ἰησοῦν
περιπατοῦντα καὶ λέγει· Ἰδέ,
ὁ ἀμνὸς τοῦ
Θεοῦ. Δύο ἐκ τῶν μαθητῶν αὐτοῦ ἤκουον αὐτοῦ
λαλοῦντος καὶ ἠκολούθησαν
τῷ Ἰησοῦ.
Εἷς ἐκ τῶν δύο, Ἀνδρέας ὀνόματι, εὑρίσκει τὸν
ἀδελφὸν τὸν ἴδιον καὶ λέγεῖ αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν
Ἰησοῦν. Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν·
― «Σὺ εἶ Σίμων, ὃ υἱὸς τοῦ Ἰωνᾶ. Ἀπὸ τοῦ νῦν σὺ
κληθήσῃ Κηφᾶς, (ὃ ἑρμηνεύεται Πέτρος)».
Τῇ ἐπαύριον ἰὼν τὸ Ἰησοῦς
εἰς τὴν Γαλιλαίαν εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ·
― «Ἀκολούθει
μοι».
Ὁ δὲ Φίλιππος εὑρίσκει
τὸν φίλον αὐτοῦ,
Ναθαναὴλ,
καὶ λέγει αὐτῷ·
― «Ὃν ἔγραψε Μωϋσῆς
καὶ οἱ προφῆται, εὐρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ».
Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς·
― «Ἀμήν,
ἀμὴν λέγω ὑμῖν· Ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἅναβαίνοντας
καὶ καταβαὶνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου».
No hay comentarios:
Publicar un comentario