24. Iohannes alterum testimonium Iesu perhibet



Ἐκ τῆς ἐρήμου πάλιν ἦλθεν ὁ Ἰησοῦς πρὸς τὸν Ἰορδάνῆν, ὅπου ἧν Ἰωάννης βαπτίζων.


Ἰωάννης οὖν, ἰδὼν αὐτὸν ἐρχόμενον, λέγει πρὸς τοὺς ὄχλους·


«Ἰδού, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὃ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Οὗτός ἐστι, περὶ οὗ ἑγώ εἶπον· ‘Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν’. Καὶ διὰ τοῦτο ἦλθον ἐγὼ ἓν τῷ ὕδατι βαπτίζων, ἵνα οὗτος φανερωθῇ τῷ Ἰσραήλ».


Τεθέαμαι γὰρ τὸ Πνεῦμα καταβαῖνον ὣς περιστερὰν ἐξ οὐρανοῦ ἐπ’ αὐτὸν καὶ μαρτυρέω ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.



No hay comentarios:

Publicar un comentario