ναὸς καὶ βωμὸς ἄνευ ἀγάλματος |
Zouke, Anagnostikon: 52. Ὁ βασιλεὺς τῶν Περσῶν περὶ γεωργίας
῾Ο βασιλεὺς τῶν Περσῶν ἡγεῖτο (ἡγέομαι· κρίνω) τὴν γεωργίαν ἐν τοῖς καλλίστοις ἐπιμελήμασιν (ἐπιμελοῦμαι· προθυμοῦμαι πάντα ποιῶ ὅπως τι γενήσεται) εἶναι. Διὸ (δι’ὅ: lat. quare) τοῖς ἐπιμελουμένοις αὐτῆς καὶ παρεχομένοις τὴν χώραν πυκνῶς (πυκνός ↔ μανός: lat. rarus, ἀραιός: lat. tenuis) συνοικουμένην παρεῖχε πάντα, ὧν ἐδέοντο. Πρῶτον μέν, διότι οὗτοι μάλιστα ἂν εὐσεβεῖεν τὰ πρὸς τοὺς θεούς· ἐκ γὰρ τῶν γιγνομένων καρπῶν κοσμοῦνται καὶ βωμοὶ* καὶ ἀγάλματα* καὶ ναοί*. Δεύτερον δέ, διότι ἡ γῆ γεωργουμένη ἀμείβει (· μεταβάλλει) τοὺς γεωργοὺς ἀνδρίζουσα καὶ γυμνάζουσα αὐτούς. Τοὺς δὲ μὴ προθυμουμένους τῶν γεωργῶν ἐτιμωρεῖτο (τιμωρέω· κολάζω) καὶ τὴν χώραν αὐτοὺς ἀφῃρεῖτο (< ἀφ-αιρέω), ἵνα τοῖς ἐργαζομένοις διανέμοι ταύτην καὶ οὕτω μὴ στεροῖτο (lat. sterilis) ἡ πατρὶς καρπῶν. ῎Ελεγε δ’ αὐτοῖς· «᾽Εὰν ἡ χώρα μὴ γεωργῆται, οὐ μόνον αὕτη, ἀλλὰ καὶ ἡ πατρὶς ἀδικεῖται· ἡ γὰρ ἀργία (< ἀ-ἔργια) τὸ ἀπόλεμον (< ἀ-πόλεμος) παρασκευάζει. Ὅταν δὲ στερώμεθα καρπῶν καὶ ἀπόλεμοι ὦμεν, τότε κακῶς μὲν πάσχει ἡ χώρα, κινδυνεύομεν δὲ πάντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι· εἰ γὰρ οἱ πολέμιοι ὁρῷεν ἡμᾶς ἀπολέμους, οὐκ ἂν εὐλαβοῖντο (lat. cavere) τὸν κίνδυνον καὶ προθυμοῖντο ἂν καταστρέψασθαι ἡμας. ᾽Επιμελεῖσθε οὖν τῆς γεωργίας, ἵνα καὶ ὑμεῖς εὖ πράττητε καὶ τῇ πατρίδι ὑπουργῆτε (ὑπουργέω· βοηθέω)».
Suscribirse a:
Enviar comentarios (Atom)
No hay comentarios:
Publicar un comentario