Stoffel, An Epitome of the New Testament: 170-171. Las mujeres van al sepulcro

170. Διαγενομένου τοῦ σαββάτου (· μετὰ τὸν σάββατον), λίαν πρωῒ (· ὄρθρου, Lat. mane) τῆς τρίτης ἡμέρας, σκοτίας ἔτι οὔσης, ὁρῶμεν Μαρίαν τὴν Μαγδαληνήν, Μαρίαν τὴν τοῦ Ἰακώβου μητέρα καὶ Σαλώμην φερούσας ἃ ἠγόρασαν ἀρώματα, ἵνα ἀλείψωσι (v.gr. ἀλείφονται οἱ ἀθληταὶ τὰ σώματα ἐλαίῳ) τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀκούομεν αὐτῶν λεγουσῶν πρὸς ἑαυτάς·

     «Τίς ἀποκυλίσει (ἀποκυλίω: Lat. revolvo) ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;»

     Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· Ἄγγελος γὰρ Κυρίου, καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπ-εκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ, ὡς ἀστραπὴ τὴν ἰδέαν (· τὴν μορφήν), καὶ τὸ ἔνδυμα (τὸ ἱμάτιον) ὡσεὶ χιών.

Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;


     ᾽Απὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν (< σείω· ταράττω) οἱ τηροῦντες (· φύλακες) καὶ ἐγένοντο ὡσεὶ νεκροί. 

171. Ἀφικομέναις δὲ ταῖς γυναιξὶ πρὸς τὸ μνημεῖον καὶ μὴ εὑρούσαις τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, καὶ διὰ τοῦτο διαπορουμέναις (< ἐν ἀπορίᾳ οὔσαις ), ἄγγελος ἕτερος καθήμενος ἐν τοῖς δεξιοῖς ἔλεγεν·

     «Μὴ ἐκθαμβεῖσθε (ἐκθαμβέομαι < ἔκθαμβος: Lat. attonitus)· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· 

     Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;

     Οὐκ ἔστιν ὧδε, ἠγέρθη (< ἐγείρω· ἀνίστημι), καθὼς εἶπεν ὑμῖν. Μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν ὅτι ‘Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι’.  

     Δεῦτε (↔  δεῦρο sing.), ἴδετε τὸν τόπον ὅπου ἔθηκαν (< τίθημι) αὐτόν.
 

     Ταχὺ δὲ πορευθεῖσαι εἴπατε (= εἴπετε) τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι ἠγέρθη, καὶ  προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε (< ὁράω)».

No hay comentarios:

Publicar un comentario