Morice, Easy Greek Stories, 159. Economía a la espartana

     ἔ-δει Τιμανδρίδαν τὸν Λακεδαιμόνιον ἀπο-δημεῖν χρόνον τινὰ, καὶ ἐπ-έ-τρεψε (ἐπιτρέπω· δίδωμι ποιεῖν) τῷ υἱῷ, ἐφήβῳ ὄντι, τὴν οἰκίαν πᾶσαν, κελεύων αὐτὸν ταύτην εὖ φυλάσσειν.

     ὁ μὲν οὖν νεανίσκος τοὐντεῦθεν (· τοῦ ἐντεύθεν· ἀπὸ τούτῳ τῷ χρόνῳ) πολλῇ σπουδῇ ἐ-ποίει τὰ κελευσθέντα, οὐ γὰρ μόνον ἔ-σωζε τὰ τοῦ πατρὸς χρήματα, ἀλλὰ καὶ ἐ-ποίησεν αὐτὰ πλείω.
      ἐπ-αν-ελθὼν οὖν ἐκεῖνος ταῦτα οὐκ ἐπ-ῄνεσεν (ἐπαινέω· ἐγκωμιάζω), ἀλλ’ ἔ-φη, 

     «ὦ παῖ, ἔ-δει σε σώζειν μὲν τὰ ἐμὰ χρήματα, αὐξάνειν δὲ μὴ, ἔπει ἤδη τότε (· τοῦτ’ ἔστιν, ἐπεὶ ἀπέρχον) ἱκανὰ ἦν.
     πρέπει δὲ τῷ ἐλευθέρῳ ἀνδρὶ 
          μὴ τρυφῇ (Lat. deliciae) φθείρειν τὴν οὐσίαν, 
          τὰ δὲ περισσεύοντα (Lat. superflua) αὐτῆς ἀναλίσκειν (· δαπανᾶν) εἰς τοὺς θεοὺς καὶ τοὺς φίλους, 
          εἶναι δὲ μήτε φιλάργυρον μήτε χρηματοφθορικόν (· ἄσωτος, Lat. prodigus)».

φιλάργυρος

Morice, Easy Greek Stories, 158(2/2). El sofista que complicaba todas sus respuestas

     θαυμάσας δὲ ὁ ξένος ἐπὶ τῇ ἐκείνου φλυαρίᾳ, «ἀλλ’, ὦ οὗτος,» ἔ-φη, «οὐκ ἐκεῖνό γε ἐ-βουλόμην παρὰ σοῦ μαθεῖν, ἀλλὰ τόδε. εἰπὲ γὰρ μοι, τίς ἀνὴρ ἐν ἐκείνῳ τῷ τύμβῳ ταφήσεται;»

     «ἀλλ’ οὐδεὶς ἀνὴρ» ἦ δ᾽ὅς (< ἠμί· Lat. inquit) ὁ ἄνθρωπος.

     ἀντ-εῖπεν οὖν ὁ ξένος, «ἀλλὰ τίς γυνή;» 
γυνή ↔ ἀνήρ

     καὶ ὁ ἄνθρωπος πάλιν ἔ-φη, ὅτι οὐδὲ γυνή ἐστι τὸ ταφησόμενον.

     ἀπορήσας οὖν ὁ ξένος ἠρώτα, τί δὴ μέλλοι ποτὲ ἐν τῷ τύμβῳ θάπτεσθαι, εἰ μήτε ἀνὴρ, μήτε γυνὴ εἴη;

     τότε δὲ βραχύ τι σιωπήσας (σιωπάω· σιγάω, Lat. taceo)  ὁ ἄνθρωπος ἀντ-εῖπε τέλος, ὅτι τὸ ταφησόμενον γυνή ποτε ἦν, νῦν μέντοι οὐκέτι ἐστὶν, ἀλλὰ τέ-θνηκεν.
(τοῦτ’ ἔστιν· κατὰ τν σοφιστὴν ἄνθρωπος ἀποθανῶν οὔτε ἀνὴρ οὔτε γυνή ἐστιν). 

Morice, Easy Greek Stories, 157(1/2). El sofista que complicaba todas sus respuestas




     ἄνθρωπός τις οὕτω σοφιστικὸς ἦν, ὥστε, ἐρωτηθείς τι, οὐδέποτε ἁπλῶς (< ἄπλοος· Lat. simplex) ἀπ-ε-κρίνετο· ἀλλ’ ἐ-πειρᾶτο ἀεὶ καθ-ιστάναι ἐς ἀπορίαν τόν ἐρωτῶντα καὶ ἐλέγχειν (· ταράττειν τὴν ἑαυτοῦ νοῦν).

     ἔ-τυχε δέ ποτε τύμβον* τινὰ οἰκοδομῶν, καὶ προς-ελθὼν αὐτῷ ξένος τις ἠρώτησε, τίνος τὸ μνῆμα (Lat. monumentum) εἴη;


ὁ τύμβος

        σοφιζόμενος οὖν ἐκεῖνος κατὰ τὸ εἰωθὸς (Lat. secundum consuetudinem) ἀντ-εῖπεν, «ἐμοῦ».

     καὶ ὁ ξένος γελάσας, «ὦ ἄνθρωπε,» ἔ-φη, «τί ληρεῖς (ληρέω: φλυαρέω, Lat. nugari) ὧδε; σὺ μὲν γὰρ ζῇς ἔτι, νεκροῦ δέ τινος 
δήπου ὁ τύμβος ἐστί.»

     ὁ δὲ ἄνθρωπος ἀντ-εῖπεν εὐθὺς, «ἀλλ’, ὦ ξένε, ἕτοιμός εἰμι (Lat. paratus sum) ἀπο-φαίνειν σοι, ὅτι ἐμοῦ τὸ μνῆμά ἐστιν. 
     ἐγὠ γὰρ δὴ αὐτὸ ποιῶ. 

     καὶ πᾶν ἒργον ἐκείνου ἐστὶν, ὅς ἂν αὐτὸ ποιῇ».

Morice, Easy Greek Stories, 156. Un sibarita entre espartanos

     οἱ Συβαρῖται ἐ-λέγοντο πάντων τῶν Ἑλλήνων τρυφερώτατοι (τρυφερός· μαλακός) εἶναι.

     τούτων οὖν τις, ἐς τὴν Λακεδαίμονα τύχῃ παρα-γενόμενος, ἐ-ξενίζετο (< ξένος) ὑπό τινος τῶν ἐπι-χωρίων.

     ἐ-κλήθη δὲ καὶ ἐς τὸ φειδίτιον* (· συσ-σίτιον παρὰ τοῖς Λακεδαιμόνιοις), καὶ ἐ-δείνπνησε μετὰ τῶν πολιτῶν, κατα-κείμενος —ὥσπερ οἱ ἄλλοι— ἐπὶ ξύλων (εἰς τὸ καθίζεσθαι), καὶ τὸν μέλανα ζωμὸν* ἐσθίων.

μέλας ζωμός

     μετὰ δὲ τὸ δεῖπνον ἀνα-στὰς εἶπεν, «ὦ ξένε Λακεδαιμόνιε, πολλάκις μὲν ἤδη πολλῶν ἀκήκοα λεγόντων, ὡς ἀνδρειότατοι πάντων ἀνθρώπων ὑμεῖς ἐστε, ἐπεὶ οὐδὲ ὁ θάνατος ὑμῖν δοκεὶ εἶναι φοβερός.

     νῦν  δὲ, τῆς ὑμετέρας διαίτης γευσάμενος , τοῦτο ὑμῶν οὐ θαυμάζω.

     καὶ γὰρ ἄν-ανδρός (δειλός· φαῦλος· τὸ ἐναντίον τοῦ ἀνδρείου) τις αἱροῖτο ἂν μᾶλλον (Cast. preferiría) ἀποθανεῖν, ἢ δια-καρτερεῖν (· φερεῖν) ἀεὶ τὰ τοιαῦτα δεῖπνα ὑπο-μένων !»