Morice, Easy Greek Stories, 151: Fingió locura, se libró de la expedición.

     οἱ Ἀθηναῖοι ἔ-μελλόν ποτε πλεῖν ἐπὶ τὴν Σικελίαν*.

Σικελία

      ἐ-ποιοῦντο οὖν κατάλογον τῶν στρατευσομένων, ἦν δὲ ἐν τῷ καταλόγῳ Μέτων ὁ ἀστρονόμος.

     οὐ μέντοι πρόθυμος ἦν οὗτος ἐξ-ιέναι, ἀλλ’ ἐ-βούλετο μᾶλλον φιλοσοφεῖν ἐν ταῖς Ἀθήναις, καὶ εἰρηνικὸν βίον ἄγειν.

     ἦλθεν οὖν πολλάκις πρὸς τοὺς ἄρχοντας, βουλόμενος ἀπ-αλλάσσεσθαι (· ἐλευθερῶσθαι) τῆς στρατείας ταύτης. 

     οἱ δὲ οὐκ ἐ-πείσθησαν (· πείθω τινά τι = παραινέω τινὶ ποιεῖν τι, Lat. suadeo), ἀλλ’ ἔ-φασαν δεῖν ἕκαστον τῶν πολιτῶν ὑπουργεῖν τῇ πόλει κατὰ τὸ δυνατόν (Lat. pro virili parte), ποιεῖν δε ἡδέως ὅσα ἄν ἐκείνη κελεύῃ. 

     αἰσθόμενος οὖν ὁ  Μέτων ὅτι οὐκ ἀφ-εθήσεται (< ἀφιέναι· ἐλευθερῶσθαι) προς-ε-ποιεῖτο (προσποιέομαι· ψευδῶς ποιῶ, Lat. simulo) μανίαν, καὶ τὴν ἑαυτοῦ οἰκίαν ἔ-πρησεν (< πίμπρημι*).

...τὴν ἑαυτοῦ οἰκίαν ἔ-πρησεν
 
     οἱ δὲ ἄρχοντες διὰ ταῦτα ἐξ-απατηθέντες (Lat. omnino decepti) ἀφ-ῆκαν (< ἀφιέναι) αὐτὸν.

Morice, Easy Greek Stories, 152: Como los perros. El castigo de los que calumniadores e injuriosos.

     βασιλεύς τις, αἰσθόμενος τοὺς πολίτας λοιδοροῦντας (λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῇ φωνῇ) πολλάκις  ἀλλήλους, βουλόμενος δὲ παύειν αὐτοὺς τῆς τοιαύτης αἰσχρο-λογίας, νόμον ἔ-θηκεν (τίθημι) αὐτοῖς τοιόνδε.

     ὁπότε τις ἁλοίη (ἁλίσκομαι pas. ↔ αἱρέω act.) διαβάλλων (διαβάλλω· λοιδορέω) τὸν πλησίον, ἔ-δει  τοῦτον κατ-ιέναι ἐς τὸ δικαστήριον, βαδίζοντα —ὥσπερ ζῶον τετράπουν— ἐπὶ τῶν ποδῶν καὶ τῶν χειρῶν, λέγειν δὲ ἔπειτα τοιάδε, προς-κυνήσαντα (< προσκύνησις) ἐκεῖνον, ὅνπερ ἔ-τυχε λοιδορήσας,

βαδίζειν ἐπὶ τῶν ποδῶν καὶ τῶν χειρῶν

 
    «ὦ δέσποτα, ἐπειδὴ ἔ-δοξέ μοι δάκνειν (Lat. mordere) σε, καὶ κυνὶ ἐμαυτὸν ἀφ-ομοιοῦν (· ὅμοιος γίγνεσθαι), ἄξιος εἰμι βαδίζειν τε ὧδε ἐπὶ τεσσάρων σκελῶν, καὶ τὰ ἄλλα πάντα ποιεῖν τε καὶ πάσχειν, ἅπερ καὶ τοῖς κυσὶ προς-ήκει (· πρέπει)».


    τοσαῦτα δὲ εἰρηκότα ἔ-δει αὐτὸν ὑλακτεῖν (Lat. latrare) τρὶς, κυνὸς δίκην (Lat. instar), καὶ ἀπ-ελαύνεσθαι ἀπὸ τοῦ δικαστηρίου.

Morice, Easy Greek Stories, 150 (4/4): Una falsa recompensa.

     αἰσθόμενοι δὲ ταῦτα οἱ ἄρχοντες τὸ πρᾶγμα ἔ-κριναν ὧδε.



     «σὺ μὲν ἄρα (οὖν, τοίνυν)», ἔ-φασαν, «ὦ ἔμπορε, ἀπ-έ-βαλες —ὡς ἔοικε (Lat. ut videtur)— βαλλάντιον, ἄλλα  τε ἐν αὐτῷ ἔχον καὶ σάπφειρον. 

     εὕρηκε δὲ οὗτος βαλλάντιον, ἔχον ἐν αὐτῳ ἄλλα μὲν πολλὰ, σάπφειρον δὲ οὔ. 

     δῆλον [ἐστιν ] οὖν ὅτι
        ἕτερον μέν ἐστιν ἐκεῖνο ὅπερ τότε ἀπ-έ-βαλες,
        ἕτερον δὲ αὖ τόδε ὅπερ οὗτος εὕρηκε.

     δεῖ σε οὖν τόδε μὲν τούτῳ δοῦναι πάλιν, ἴσως (Lat. fortasse) δὲ καὶ ἐκεῖνο ἄλλος τίς ποτε εὑρήσει». 

     καὶ ἐ-κέλευσαν τὸν πένητα τρεῖς ἡμέρας ἀνα-μεῖναι, σκεψόμενον εἴ τις ἄλλος τὸ βαλλάντιον προς-ποιήσεται  (προσποιέομαι: Lat. mihi vindico):

     μὴ φανέντος δὲ τοῦ τοιούτου (εἰ μὴ φανείη...), [ἐκέλευσαν] κατ-έχειν αὐτὸ καὶ μηδενὶ ἀφ-ιέναι (ἀφίημι· ἀποβάλλω, ἀπολείπω).

Morice, Easy Greek Stories, 149 (3/4): Una falsa recompensa.

     ἀκούσας δὲ ταῦτα ὁ ἔμπορος οὐδὲν ἧσσον (Lat. nihilominus) δι-ισχυρίζετο (διισχυρίζομαι· Lat. assevero), ὡς οὐ δώσει τὸν μισθὸν, ἐὰν μὴ καὶ ἐκεῖνος τὴν σάπφειρον αὖθις ἀπο-δῷ.

     πρὸς ταῦτα οὖν ὀργισθεὶς ὁ πένης εἰς-άγει τὸν ἔμπορον πρὸς  τοὺς  ἄρχοντας.

     ἐ-γένετο τοίνυν ἀνάκρισις (Lat. inquisitio), καὶ ὁ μὲν πένης τὸ πρᾶγμα δι-ηγήσατο, λέγων, ὅτι τό τε βαλλάντιον καὶ τὰ ἐν-όντα ἐν αὐτῷ πάντα ἀπο-δέ-δωκεν.

ἀνάκρισις · ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν

     ὁ δὲ ἔμπορος ἔ-φασκεν αὖ, ὡς ἐν-ῆν ἐν τῷ βαλλαντίῳ σάπφειρος, καὶ τὰ μὲν ἄλλα ἀπο-δέδοται, ἐκείνη δὲ οὔ.

     ἐρωτηθεὶς δὲ ποία τε ἦν ἡ σάπφειρος, καὶ πόθεν αὐτὴν κέ-κτηται (κτάομαι· διαπράττω, εὑρίσκω), οὐ δι-ε-τέλει (διατελέω· διάγω) τὰ αὐτὰ συνεχῶς (· διά παντός) ἀπο-κρινόμενος͵ ἀλλὰ φανερὸς ἦν πᾶσι ψευδῆ λέγων.