Zouke, Anagnostikon: 63. Φρῖξος καὶ ῞Ελλη

    Ἀθάμας δυναστεύων (· ἄρχων) Βοιωτίας ἐκ Νεφέλης τεκνοῖ παῖδα μὲν Φρῖξον, θυγατέρα δ’ Ἕλλην. Διέφερον (διαφέρων· οὐχ ὅμοις τοῖς ἄλλοις, μέγιστος) δὲ κάλλει τε καὶ ψυχῇ πάντων τῶν ἐν Βοιωτίᾳ παίδων.

    ᾽Επεὶ δὲ Νεφέλη ἐτελεύτησεν, Ἀθάμας λαμβάνει γυναῖκα ᾽Ινώ. ῾Η δὲ τοῖς παισὶν ἐπιβουλεύουσα παραγγέλλει ταῖς γυναιξὶ τὸν πυρὸν (σῖτον) φρύγειν· αἱ δὲ τὸ παραγγελλόμενον κρύφα (ἐν κρυπτῷ, λάθρᾳ) τῶν ἀνδρῶν πράττουσιν. ᾽Επεὶ οὖν ὁ σῖτος πεφρυγμένος ἐσπείρετο, ἡ γῆ καρποὺς ἐτησίους (< ἔτος) οὐκ ἔφερε. Πᾶσα ἡ χώρα διὰ τοῦτο ὑπὸ λιμοῦ (λιμός· πεῖνα μεγίστη) ἐκινδύνευε φθείρεσθαι.


Resultado de imagen de trigo
ὁ σῖτος,  ὁ πυρός


Resultado de imagen de tostar cafe
φρύγω

   
     Ἀθάμας δ’ οἰκτίρων τοὺς κατοίκους ἔπεμπεν εἰς Δελφοὺς καὶ ἀπαλλαγὴν τῆς ἀφορίας ἐπυνθάνετο. ᾽Ινὼ δὲ τοῖς πεμφθεῖσιν ἐντέλλεται (ἐντέλλομαι· κελεύω) σημαίνειν τῷ Ἀθάμαντι, ὡς κεχρησμένον εἴη (· ὁ θεὸς δίδωσι χρησμόν) παύσεσθαι τὴν ἀκαρπίαν, ἐὰν Φρῖξος σφαγῇ (σφάζω· ἀποκτείνω μάχαιρᾳ). Ἀκούων τοῦτο Ἀθάμας καὶ οὐ κρίνων δίκαιον ἔπεμπεν ἐκ δευτέρου εἰς μαντεῖον τοὺς πρέσβεις· ἐνόμιζε γὰρ τὸν θεὸν σφάλλεσθαι (σφάλλω· lat. fallo). Καὶ τούτους δ’ ὅμως ᾽Ινὼ ἔπειθεν ἀγγέλλειν ὡς θεὸς τὰ αὐτὰ ἐντέλλοιτο.

    ᾽Εν ᾧ δ’ ἔμελλε Φρῖξον θύσειν, Νεφέλη ἡ μήτηρ ἁρπάζει τοῦτον μετὰ τῆς ἀδελφῆς καὶ προσφέρει αὐτοῖς χρυσόμαλλον κριόν, ἐφ’ οὗ φερόμενοι δι’ οὐρανοῦ ὑπερβαίνουσι θάλατταν.


῾Ως δ’ ἐγένοντο κατὰ τὴν μεταξὺ χερσονήσου καὶ Σιγείου ἐκτεινομένην θάλατταν,...

 ὀλισθαίνει ἡ ῞Ελλη εἰς τὸν Πόντον τὸν ἀπ’ ἐκείνης ῾Ελλήσποντον καλούμενον.


Procedencia de la imagen: https://es.wikipedia.org/wiki/Frixo

    Φρῖξος δ’ εἰς Κόλχους καταφέρεται καὶ ἐνταῦθα τὸν μὲν κριὸν θύει, τὸ δὲ δέρμα τῷ βασιλεῖ Αἰήτῃ (ὁ Αἰήτης, βασιλεὺς τῆς Κολχίδος) προσφέρει δῶρον. ῾Ο δὲ τοῦτο ἐκτείνει περὶ δρῦν ἐν τῷ ἄλσει (τὸ ἄλσος· ὁ σύνδενδρος τόπος; lat. saltus) τοῦ Ἄρεως καὶ ἐνταῦθα ἐφρουρεῖτο (φρούρομαι· φυλάσσομαι) τὸ δέρμα ὑπὸ δράκοντος ἀύπνου.


Imagen relacionada



No hay comentarios:

Publicar un comentario