Φάλαρις* Σικελιώτης (· ὁ τῆς Σικελίας πολίτης) σκοπῶν ἐπιχειρεῖν (· καταλαμβάνειν) τυραννίδι ἐθεράπευε τὸν δῆμον καὶ αὐτῷ παρῄνει (παραινέω· συμβουλεύω, πείθω) ἐπὶ τοὺς δυνατοὺς (· τοὺς ἀνθρώπους πλουσίους) λέγων· « Ἄνδρες πολῖται, οἱ μὲν δυνατοὶ τῶν πάντων κρατοῦσι καὶ συνεχῶς πλεονεκτοῦσι (< ὁ πλεονέκτης = ὁ πλέον ἔχων) καὶ τὸν δῆμον ἀδικοῦσιν· ὑμεῖς δ’ οὐδὲν σκοπεῖτε, ὅπως τῶν ἀδικιῶν ἀπαλλαγήσεσθε (ἀπαλλάττω· ἐλευθερόω), καρτερεῖτε (· διαφέρετε) δὲ ταύτας ὡς δοῦλοι. ᾽Εὰν ὑπουργῆτε αὐτοῖς (τοῦτ’ ἔστιν, τοῖς δυνατοῖς) καὶ διατελῆτε καρτεροῦντες (· συνεχῶς καρτερῆτε) τὰς τούτων ἀδικίας, κινδυνεύσετε δοῦλοι γενέσθαι».
Σικελία |
Διὰ ταῦτα τὸ πλῆθος ἐφίλει αὐτὸν καὶ αὐτῷ αἰτοῦντι φυλακὴν προθύμως παρεῖχε.
Στησίχορος* δ’ ὁ ποιητὴς ὑποτοπῶν (· ὑπολαμβάνων, ὑποπτεύων) ἐπιχειρεῖν τὸν Φάλαριν τυραννίδι ἔλεξεν εἰς τὸ πλῆθος· « ῞Ιππος τις κατεῖχε μόνος λειμῶνα καὶ ἐνέμετο αὐτόν, ἔλαφος δέ τις διέφθειρε τὴν νομήν. ῾Ο δ’ ἵππος ποθῶν τὴν ἀδικοῦσαν κολάσαι προσέρχεται ἀνθρώπῳ κυνηγῷ (cfr cast. cinegética) καὶ τοῦτον ἠρώτα πῶς ἂν κρατοίη τῆς ἐλάφου. ῾Ο δ’ ἔλεξεν· «᾽Εὰν βούλῃ κρατεῖν τῆς ἐλάφου, χαλινὸν λαβὲ καὶ δέξαι ἐμὲ ἀναβάτην (· ἱππέα) ». Καὶ ἐγένετο οὕτω. Καὶ ἡ μὲν ἔλαφος τοξευθεῖσα (< τόξον) ἀπέθανεν, ὁ δ’ ἵππος δοῦλος τοῦ ἀναβάτου ἐγεγόνει. Οὕτω καὶ ὑμεῖς, εἰ βοηθοῖτε, ὅπως ἀπαλλαγείητε τῶν δυνατῶν, κακῶς μὲν ἂν ποιοῖτε αὐτούς, κινδυνεύοιτε δ’ ἂν ὅμως ὑπὸ χείρονι κυρίῳ γενέσθαι. Μὴ οὖν προσέχετε τῷ τῶν δυνατῶν κινδύνῳ, ἀλλὰ καρτερεῖτε τοῦτον, ἵνα μὴ εἰς μείζονα κίνδυνον περιπέσητε (< περιπίπτω)». Ἀλλ’ οὐδὲν ἔπειθε τοὺς Σικελιώτας. Καὶ μετ’ οὐ πολὺ Φάλαρις τύραννος ἐν Σικελίᾳ ἐγένετο.
* Φάλαρις, Ἀκραγαντῖνος, τυραννήσας δὲ Σικελίας ὅλης κατὰ τὴν νβ’ (LII: 572/1-569/8 BCE) ὀλυμπιάδα. (cfr Suda)
* Στησίχορος, ἐκ πόλεως Ἱμέρας τῆς Σικελίας: καλεῖται γοῦν Ἱμεραῖος. (cfr Suda)
Fuentes: cfr Esopo, C. 313. F. 383; Arist. Rhet. 2.20