Zouke, Anagnostikon: 33. Γεωργοῦ παῖδες

   Γεωργός τις πολλοὺς ἀγροὺς καὶ πολλὰς ἀμπέλους εἶχε· πολλοὶ δὲ καὶ μεγάλοι κῆποι ἦσαν αὐτῷ. ῎Εγεμον (γέμει· μεστός ἐστιν) δ’ οὗτοι πολλῶν καρπῶν καὶ εὐτυχὴς (· εὐδαίμων, μακάριος) διὰ τοῦτο ἐνομίζετο· πολλὰ γὰρ τἀγαθὰ εἶχεν. Ὄντως (· τῷ ὄντι) δ’ ὅμως δυστυχὴς ἦν· οἱ γὰρ παῖδες αὐτοῦ ἐκ πολλοῦ χρόνου ἤριζον (ἐρίζω < ἔρις: lat. rixa) καὶ αἴτιοι μεγάλης δυστυχίας τῷ οἴκῳ ἦσαν.
Imagen relacionada

ὁ ἀμπελών

Resultado de imagen de huerto
ὁ κῆπος



   ᾽Επειδὴ δ’ ὁ γέρων καὶ ἡ μήτηρ πρᾶοι (· μαλακοί) ἦσαν πρὸς τοὺς παῖδας, οὗτοι τούς τε ἀγροὺς οὐκ ἐθεράπευον καὶ ἐν ὁμονοίᾳ (lat. concordia) οὐ διῆγον (διάγω· τὸν βίον διάγω, ζῶ). Αἰσθανόμενος δ’ ὁ γέρων τὸ τέλος τοῦ βίου ἐγγὺς λέγει τοῖς παισίν· « ῏Ω παῖδες, ἕως μὲν ὑγιὴς ἦν, μετὰ πολλοῦ καὶ μεγάλου πόνου τοὺς ἀγροὺς ἐθεράπευον καὶ πολλὰ τἀγαθὰ εἴχομεν. Νῦν δ’ αἰσθάνομαι τὸ τέλος τοῦ βίου ἐγγύς. ᾽Εν τοῖς ἀγροῖς μέγαν θησαυρὸν ἔχω. ᾽Εὰν τούτους θεραπεύσητε, εὑρήσετε τὸν θησαυρόν».
 

   Τῷ ὄντι δ’ οἱ παῖδες μετὰ τὸν θάνατον τοῦ πατρὸς πᾶσαν τὴν ἄμπελον καὶ τοὺς ἀγροὺς ἐν ὁμονοίᾳ ἐθεράπευσαν, θησαυρὸν δ’ ὅμως οὐχ ηὕρισκον, οἱ δ’ ἀγροὶ καὶ ἡ ἄμπελος διὰ τοῦτο πολὺν τὸν καρπὸν παρεῖχον. ᾽Εκ τούτου οἱ παῖδες ἐν ὁμονοίᾳ διῆγον καὶ ἐν πολλοῖς ἀγαθοῖς ἦσαν.

Zouke, Anagnostikon: 32. Κίμων ὁ Ἀθηναῖος

   Κίμων ἐπι-φανοῦς (· ἐνδόξου) πατρὸς ἦν· υἱὸς γὰρ τοῦ εὐκλεοῦς (· ἐνδόξου) στρατηγοῦ Μιλτιάδου ἦν. 

   Οὐ μόνον δὲ ἐπιφανῶν καὶ εὐγενῶν γονέων ἦν, ἀλλὰ καὶ αὐτός ἐπιεικὴς (· ἀγαπητός) τῷ δήμῳ ἦν. Οὗτος τοῖς Ἀθηναίοις συνεβούλευσε τριήρεις κατασκευάσαι· τριήρων γὰρ ἔνδειαν (cfr lat. egestas) εἶχον. Αὐτῷ δ’ ὄντι εὐγενεῖ καὶ ἐπιεικεῖ καὶ οἱ Ἀθηναῖοι εὐμενεῖς (εὐμενής· ἵλεως) ἦσαν.
Resultado de imagen de trirreme
τριήρης:  πλοῖον πολεμικὸν


   Τὰ Κίμωνος ἔργα ἐν τῷ πρὸς Πέρσας πολέμῳ περὶ-φανῆ καὶ εὐκλεᾶ ἦν· στρατεύσας γὰρ ἐπὶ βασιλέα μετὰ νίκας πολλὰς τὴν εὐκλεᾶ Κιμώνειον εἰρήνην συνάπτει. ᾽Εκ τῆς στρατηγίας Κίμων δαψιλῆ τὰ ἀγαθὰ (· πολλὰ χρήματα) ἔχων ἀνήλισκεν (ἀναλίσκω· ἀργύριον ἀποδίδωμι) εἰς τοὺς πολίτας· οἱ ἀγροὶ γὰρ αὐτοῦ πλήρεις ὀπωρῶν καὶ εὐώδων ἀνθέων ἦσαν. Τούτων τοὺς φραγμοὺς κατέλυσεν, ὥστε οἱ πολῖται ἐλάμβανον ἄνθη καὶ ὀπώρας. Τοῖς δ’ ἐνδεέσι (ἐνδεής· ἄνευ τινός) τῶν πολιτῶν εἶχε τράπεζαν πλήρη πολυτελῶν (πολυτελής: caro ↔ εὐτελής: barato) ἐδεσμάτων (ἔδεσμα < ἔδω).
ὁ φραγμός


   Αὐτῷ δ’ εἰς τὴν ἀγορὰν πορευομένῳ δύο νεανίσκοι συνείποντο ἀμπεχόμενοι (ἀμπέχομαι : ἐνδύω lat. induo) καλῶς. Οὗτοι πρὸς τοὺς πένητας διημείβοντο (· ἀνταλλάσσω) τὰ ἱμάτια.