Λητοῦς* δύο παῖδες γίγνονται, Ἀπόλλων καὶ Ἄρτεμις. Νιόβη δ’ ἐν Θήβαις ἑπτὰ μὲν υἱούς, ἑπτὰ δὲ θυγατέρας τίκτει. ᾽Επαίρεται (ἐπαίρει σαυτὸν: levantarse; fig. jactarse) οὖν ἐπὶ εὐτεκνίᾳ Νιόβη καὶ λέγει· «᾽Εγὼ Λητὼ ὑπερβάλλω· ἐμοὶ μὲν γὰρ τέτταρες καὶ δέκα παῖδές εἰσι, Λητοῖ δὲ μόνον δύο ». Μάτην αἱ ἄλλαι γυναῖκες τῇ τῶν λόγων πειθοῖ* συμβουλεύουσι τῇ Νιόβῃ σέβειν Λητώ, ἀλλ᾽ οὐδὲν ἤνυον (< ἀνύω: lograr).
Λητὼ δ’ ἐπεὶ ταῦτα μανθάνει, ὀργίζεται τῇ Νιόβῃ, ὅτι οὐκ ἔχει αἰδῶ* πρὸς τοὺς θεοὺς καὶ τούτοις δι-αγωνίζεται. Διὸ παροξύνει τὸν Ἀπόλλωνα καὶ Ἄρτεμιν κατὰ τῶν παίδων τῆς Νιόβης· καὶ τοὺς μὲν παῖδας Ἀπόλλων κατετόξευσε, τὰς δὲ θυγατέρας Ἄρτεμις.
|
...τοὺς μὲν παῖδας Ἀπόλλων κατετόξευσε, τὰς δὲ θυγατέρας Ἄρτεμις |
Νιόβη δὲ περίλυπος ἀπολείπει Θήβας, καὶ πρὸς τὸν πατέρα εἰς Σίπυλον τῆς Ἀσίας ἔρχεται. ᾽Ενταῦθα εὔχεται τῷ Διὶ καὶ εἰς λίθον ὑπ’ αὐτοῦ μεταβάλλεται. ᾽Εκ τούτου δὲ χεῖται (< χέω) δάκρυα ἐκ τοῦ λίθου νυκτός τε καὶ ἡμέρας.
|
ἡ Νιόβη μεταβαλομένη εἰς λίθον |
*
ἡ γραμματική
ἡ Λητώ (tema:Λητοϳ-), G. Λητοῦς, D. Λητοῖ, Ac. Λητώ
ἡ πειθώ (tema: πειθοϳ-) πειθοῦς, πειθοῖ, πειθώ
ἡ αἰδώς (tema: αἰδοσ-) αἰδούς, αἰδοῖ, αἰδῶ