Ὁ οὐρανὸς ἐν αἰθρίᾳ (αἰθρία: ‘noche serena y despejada’) γέμει
(: πλήρης ἐστιν) ἀστέρων. Τούτων οἱ μὲν θηρσίν ὅμοιοί εἰσιν, οἱ δ’ ἰχθύσιν. Οἱ ἀρχαῖοι ᾤοντο (<οἴομαι: ‘pensar’) τοὺς ἀστέρας καὶ τοὺς ἀνέμους θεοὺς εἶναι καὶ ἐν τῷ αἰθέρι (αἰθήρ: ‘cielo, morada de los dioses’) διατρίβειν, ἔνθα ἀμβροσίαν (: τροφὴ τῶν θεῶν) ἤσθιον καὶ νέκταρ (: ποτὸν τῶν θεῶν) ἔπινον, ὥσπερ οἱ ᾽Ολύμπιοι θεοί. Διὸ ναοὺς τοῖς ἀστράσι κατεσκεύαζον καὶ ὡς σωτῆρας αὐτοὺς ἐν ταῖς δυστυχίαις ἐθεράπευον. Ὅσοι δὲ τὰ ἐν τῷ οὐρανῷ ἐξήταζον (< ἐξετάζω : lat. exquiro) ἀστρολόγοι ὠνομάζοντο.
Ὁ οὐρανὸς ἐν αἰθρίᾳ γέμει ἀστέρων. |
ἀστέρων οἱ μὲν θηρσίν ὅμοιοί εἰσιν, οἱ δ’ ἰχθύσιν. |
Τούτων τίς ποτε εἴθιζεν (< ἐθίζω < ἔθος ) ἑκάστοτε (: ἀεὶ) τοὺς ἀστέρας ἐξετάζειν. Περιῆγεν (περιάγω: lat. circumeo) οὖν τῆς νυκτὸς χειμῶνός τε καὶ ἔαρος κατὰ τὸ προ-άστειον (‘suburbio’) καὶ τοὺς ἀστέρας ἔγραφεν ἐν πινακίῳ.
Εἶτα δ’εἰς τὴν ἀγορὰν ἔρχεται καὶ ἔχων ἐν χερσὶ τὸ πινάκιον ἐπεδείκνυε τοῦτο τοῖς φιλοσόφοις, τοῖς ῥήτορσι καὶ τοῖς ἄλλοις σοφοῖς. ῎Ελεγε δ’αὐτοῖς ὅτι τῶν ἀστέρων οἱ μὲν πλανώμενοί (cfr πλανῆτες ἀστέρες) εἰσιν, οἱ δ’οὔ. Τῶν δὲ κλητήρων (κλητήρ : κῆρυξ) τῆς ἀγορᾶς τις ὑπολαμβάνει (ὑπολαμβάνω: λαμβάνω τὸν λόγον) καὶ λέγει· « ῏Ω ἑταῖρε, μάρτυρας τοὺς θεοὺς ἔχω ὅτι σὺ ψεύδῃ· πλανώμενοι (: περιγελώμενοι: ‘descarrilados, engañados’) γὰρ οὔκ εἰσιν οἵ ἐν τῷ ἀέρι (ὁ ἀήρ ἀέρος: aire) ἀστέρες, ἀλλ’ οὗτοι οἱ ἄνθρωποι», καὶ δεικνύει τοὺς ἐν τῇ ἀγορᾷ.
No hay comentarios:
Publicar un comentario