Γέροντα ξυλοκόπον τὸ γῆρας κατέτρυχε (κατατρύχω = πιέζω)· τῷ γὰρ γήρᾳ πρόσεστι (: προστίθενται) πολλὰ τὰ δεινά (: δυστυχήματα). ᾽Επειδὴ δὲ τοῦτον οὐδεὶς ἐθεράπευεν, ἵνα τὰ ἐπιτήδεια (: ἡ τροφή) ἔχῃ, καθ’ ἑκάστην [ἡμέραν] ξύλα (: δένδρα) ἐκ τοῦ δρυμῶνος (δρυμών -ῶνος ἡ = δρυμός) ἔκοπτε καὶ εἰς τὸ ἄστυ ταῦτα ἐπὶ τῶν ὤμων ἐκόμιζε.
τό γῆρας -ως < γέρων, γεροντος |
ὁ ὦμος -ου |
Πέρας (: τέλος) δ’ ὅμως τῶν δεινῶν οὕτως οὐκ ἦν καὶ διῆγε τὸν βίον μετὰ πόνου· τῷ γὰρ γήρᾳ καὶ τῇ λιτῇ (λιτός: ταπεινός) διαίτῃ ἀσθενὴς ἦν καὶ σπανίως μετελάμβανε (μεταλαμβάνω: ἐσθίω) κρεῶν· ἔστι δ’ ὅτε (ἐνίοτε: ‘en algunas ocasiones’) μόνον μικρά τεμάχια (< τέμνω) ἄρτου καὶ κρεῶν παρὰ τῶν κατοίκων ἐλάμβανεν ὡς γέρας τοῦ γήρως, ἀλλὰ καὶ ταῦτα οὐχ ἱκανὰ ἦν λῦσαι αὐτὸν τῶν πόνων καὶ τοῦ γήρως.
τὸ γέρᾰς -ως: βραβεῖον, δῶρον |
Καί ποτε διὰ τὸν πόνον τῆς ὁδοῦ τὸ φορτίον ἀπορρίπτει κατὰ γῆς καὶ ἱκετεύει τὸν Θάνατον πέρας τῶν δεινῶν παρέχειν αὐτῷ. Αἴφνης ὁ Θάνατος ἐπιφαίνεται καὶ πυνθάνεται παρὰ τοῦ γέροντος, διατὶ (διὰ τί: lat. ‘quamobrem’) αὐτὸν ἐπικαλεῖται. Ὁ δὲ γέρων ἀποκρίνεται· « ἵνα τὸ φορτίον ἄρῃς (αἴρω: σηκόω)».
No hay comentarios:
Publicar un comentario