Γυνή τις εἶχε δύο θυγατέρας ὀρφανὰς πατρός· ταύτας συνάπτει ἀνδράσι (: ἄγεται τὰς θυγατέρας ἀνδράσι: lat. filias viris nuptum dat), τὴν μὲν κηπουρῷ (: ὃς θεραπεύει τὸν κῆπον), τὴν δ’ ἀνδρὶ κεραμεῖ.
κεραμεύς |
κηπουρός |
᾽Εκεῖθεν ἡ μήτηρ πρὸς τὴν θυγατέρα, τὴν τοῦ κεραμέως σύζυγον (cfr. cónyuge), ἔρχεται καὶ τὰ αὐτὰ πυνθάνεται· ἡ δ’ ἀποκρίνεται· « Τὰ μὲν ἄλλα (lat. cetera), ὦ μῆτερ, καλῶς ἔχω. Εὔχομαι δ’ ὅμως τοῖς θεοῖς, ἵνα ὦσιν ἡμέραι ξηραί (ξηρός ↔ ὑγρός), ὅπως ἡ κέραμος ξηρὰ ᾖ».
῾Η δὲ μήτηρ περίλυπος ἀπέρχεται καὶ λέγει· «῏Ω Δήμητερ καὶ οἱ ἄλλοι θεοί, ἀληθῶς οὐκ οἶδα, ποτέρᾳ ('para cuál de las dos') τῶν θυγατέρων τὴν ἀρωγὴν (ἀρωγή: βοηθεία) ὑμῶν αἰτήσω».
No hay comentarios:
Publicar un comentario