Ἀλέξανδρος ὁ Φιλίππου ἐμάνθανε θηρεύειν, τοξεύειν, κιθαρίζειν καὶ γράφειν (: ζωγραφεῖν). ὁ γὰρ Φίλιππος ἐβούλετο (: ἤθελε) αὐτὸν παιδεῦσαι, ὥστε τέλειον (: ἄμεμπτον) εἶναι.
Ἀλέξανδρος ὁ Φιλίππου |
Καθ’ ἑκάστην (scil. ἡμέραν) οὖν προέκοπτεν (προκόπτω: ‘avanzar’) ἐπὶ τὸ θηρεύειν καὶ τοξεύειν, περὶ δὲ τὸ κιθαρίζειν καὶ γράφειν οὐκ εἶχε (< ἔχω) σπουδήν (: ἐπιμέλειαν).
Λέγεται δήποτε τὸν διδάσκαλον κελεῦσαι αὐτὸν κροῦσαι χορδήν τινα ἀντ’ ἄλλης. Ἀλέξανδρος δ’ ὅμως λέγει τῷ διδασκάλῳ· «Καὶ τί διαφέρει, ἂν ταύτην ἀντ’ ἐκείνης κρούσω;»
ὁ νεανίας κρούει λύρᾳ |
῾Ο δ’ ἀποκρίνεται ὅτι τῷ μέλλοντι βασιλεύσειν οὐδὲν διαφέρει, ἀλλὰ τῷ βουλομένῳ θεραπεῦσαι τὰς τέχνας (artes colere)· οὕτω γὰρ ἤλπιζεν αὐτὸν μαλακοῖς (↔ καρτεροῖς) λόγοις παιδεύσειν.
No hay comentarios:
Publicar un comentario