Zouke, Anagnostikon: 14. ῎Ιβυκος καὶ γέρανοι


῎Ιβυκος ὁ ποιητὴς μετ’ ἄλλων ἑταίρων εἰς ᾽Ιταλίαν ἧκεν (: ἦλθεν). ᾽Ενταῦθα ἱκανὸν χρόνον διέτριψαν (διατρίϐω τὸν χρόνον: tempus tero), χρήματα δ’ ἱκανὰ συνέλεξαν. Μετ’ οὐ πολὺ ῎Ιβυκος τοὺς ἑταίρους πάλιν ἤθροισε (< ἀθροίζω: ἀγείρω) καὶ λέγει αὐτοῖς· «᾽Εγώ, ὦ ἑταῖροι, ἱκανοὺς νέους ἐπαίδευσα, ὑμεῖς δ’ ἱκανὸν ἀργύριον συνελέξατε καὶ πρὸς τοὺς γονέας ἐπέμψατε. Νῦν ἐγὼ οἴκαδε (: εἰς τὴν πατρίδα) ἥξω (: ἐλεύσομαι)». Οἱ δὲ ἑταῖροι τούτῳ λέγουσιν· «῾Ημεῖς διατρίψομεν μικρὸν ἔτι ἐν ᾽Ιταλίᾳ».

᾽Επεὶ δ’ οὖν ῎Ιβυκος τούτους οὐκ ἔπεισε (
πείθω τινά τι = παραινέω suadeo τινὶ ποιεῖν τι), μόνος εἰς τὴν ῾Ελλάδα ἐπανῆγεν. Ὅτε δ’ ἦν ἐν τῷ μεταξὺ τῆς θαλάττης καὶ τῆς Κορίνθου χωρίῳ, λῃσταὶ αὐτὸν ἐφόνευσαν καὶ τὸ ἀργύριον ἥρπασαν. ῞Οτε δ’ οὗτος ἀπέθνῃσκε, τοὺς γεράνους, οἵ εἰς τὸν οὐρανὸν ἐπέτοντο, ἱκέτευσεν ὧδε· «῏Ω γέρανοι, ὑμεῖς καταμηνύσετε (< κατα-μηνύω) καὶ κολάσετε τοὺς λῃστάς ». Μετ’οὐ πολὺ οἱ Κορίνθιοι τὸν μὲν νεκρὸν ἀπεκάλυψαν καὶ ἔθαψαν, τοὺς λῃστὰς δ’ οὔ. 
Resultado de imagen de ladrones

ὁ λῃστής
Resultado de imagen de grullas

οἱ γέρανοι

Ὀλίγῳ μέντοι χρόνῳ ὕστερον οὕτω τοὺς λῃστὰς ἀπεκάλυψαν. ᾽Εν θεάτρῳ μετὰ τῶν Κορινθίων καὶ οἱ λῃσταὶ τοῦ ᾽Ιβύκου παρῆσαν, ὑπὲρ δ’ αὐτῶν γέρανοι ἐπέτοντο. Τότε τῶν λῃστῶν ὁ ἕτερος λέγει· « ὦ ἑταῖρε, ἰδοὺ οἱ γέρανοι τοῦ ᾽Ιβύκου ». Θεατής δέ, ὡς ἤκουσε λέγει τῷ ἄλλῳ· « Οὐκ ἤκουσας, τί οὗτοι λέγουσι; » Καὶ εὐθὺς τὸ πρᾶγμα τοῖς ἄρχουσιν ἐμήνυσαν (< μηνύω). Οἱ δὲ λῃσταὶ ὑπ’ ἀνάγκης τὴν πρᾶξιν φαίνουσι καὶ θανάτῳ κολάζονται.

No hay comentarios:

Publicar un comentario