Ἄγωμεν, ὦ νέοι, εἰς τὴν ἐπὶ τοῦ ποταμοῦ γέφυραν. ᾽Ενταῦθα, ὅταν ἀναβλέψωμεν (ἀναβλέπω: ρίπτω βλέμμα) εἰς τὸ ὑπὲρ τοῦ ποταμοῦ ἄκρον, χαίρομεν ἐπὶ τῇ τοῦ πολέμου τελευτῇ. τρόπαιον γὰρ ἐν τῇ κορυφῇ ἐστι, στήλη λιθίνη καὶ Νίκη, ἵνα τοῖς ἐκγόνοις (: ἀπόγονοις) μνήμην παρέχῃ τῆς τῶν προγόνων ἀρετῆς (ἀπόγονος, ον ↔ πρόγονος, ον).
ἡ τοῦ ποταμοῦ γέφυρα
|
ἡ τοῦ ὄρεος κορυφή |
Καὶ ἐν μὲν τῇ στήλῃ ἐπιγραφή ἐστιν, ἵνα τὰς τοῦ πολέμου μάχας ὑπομιμνήσκῃ, ἡ δὲ Νίκη στέφανον ἔχει ἐπὶ τῇ κεφαλῇ. Δρέψωμεν (< δρέπω) καὶ ἡμεῖς ἐκ τῶν ἀγρῶν ἄνθη, ἵνα στέφανον κατασκευάσωμεν καὶ τοῦτον τῇ Νίκῃ προσκομίσωμεν.
Ἐν τῷ νομίσματι Νίκη στεφανίζει τρόπαιον.
|
Καὶ οἱ μὲν κοινωνοὶ τοῦ πολέμου, ὅταν βλέπωσιν εἰς τὸ τρόπαιον, τῶν κοινῶν κινδύνων καὶ πόνων ἀναμιμνῂσκονται, οἱ δ’ἄλλοι τὰς ἐκείνων νίκας θαυμάζουσιν, ἵνα καλὴν τῆς ἀρετῆς (: τῆς ἀνδρεῖας) σπουδὴν λαμβάνωσιν. ῾Υμεῖς δ᾽, ὦ νέοι, ἔστε ὑπόδειγμα ἀρετῆς, ἵνα ἀξίως (adv. + gen.) τῆς πόλεως ἔργα πράξητε καὶ τὴν τῆς πατρίδος δόξαν ἀμείωτον (ἀμείωτος -ον: que no disminuye) φυλάξητε».
No hay comentarios:
Publicar un comentario