Zouke, Anagnostikon: 17. . Ὁ χειμών


Χειμῶνος, ὅταν πολλὴ χιὼν τοὺς ἀγροὺς κατέχῃ (: σκεπάζει), οἵ τε γεωργοὶ ἡσυχίαν ἄγουσι (: ἡσυχάζουσι) καὶ οἱ ποιμένες. 
Resultado de imagen de nieve
πολλὴ χιὼν (ἡ χιών -όνος)

Οὔτε γὰρ τοὺς ἀγροὺς ἔστιν (οὐ-τε ἔστιν + inf.: οὐκ ἔξεστι) ἐργάζεσθαι διὰ τὴν χιόνα, οὔτε νέμειν τὰ πρόβατα, ὅτι χόρτος οὐκ ἔστιν ἐν τοῖς λειμῶσιν.

Οἱ δὲ ναῦται τὰ πλοῖα εἰς τοὺς λιμένας κατάγουσι (‘llevar de alta mar a puerto, a tierra firme’) καὶ ἐνταῦθα μένουσιν εἰς τὸ ἔαρ· 

Resultado de imagen de barca en la orilla
ἄπορος γὰρ ἡ θάλαττα καὶ διὰ τὸν κρύσταλλον καὶ διὰ τοὺς χειμῶνας.

Resultado de imagen de hielo en el mar
κρύσταλλος


 ᾽Εν δὲ ταῖς οἰκίαις οἱ ἄνθρωποι ξύλα καίουσιν· ὅταν δ’ ἀναγκάζωνται ἔξω τοῦ οἴκου εἶναι, πυκνοὺς χιτῶνας ('ropa gruesa') καὶ χλαίνας ('capas') ἐνδύονται, τὰς δὲ κεφαλὰς διφθέραις (: δέρματαις) ἐγκαλύπτουσι. 

Resultado de imagen de chapka
διφθέρα -ας, ἡ


Πολλάκις δ’ αἱ κατ’ ἀγρὸν ὁδοὶ τῇ χιόνι οὕτω δύσποροι (: δύσβατοι) γίγνονται, ὥστε τοὺς γεωργοὺς πολλὰς ἡμέρας καὶ δὴ καὶ μῆνας τῶν γειτόνων ἀποκλείεσθαι.

Τὰ δὲ θηρία τῷ λιμῷ ἀναγκάζονται τοῖς τῶν γεωργῶν σταθμοῖς πλησιάζειν καὶ ἁρπάζειν χῆνας καὶ ἄλλα ζῷα.

Resultado de imagen de ganso
χήν χηνός

Zouke, Anagnostikon: 16. Ἀλέξανδρος καὶ ὁ διδάσκαλος


Ἀλέξανδρος ὁ Φιλίππου ἐμάνθανε θηρεύειν, τοξεύειν, κιθαρίζειν καὶ γράφειν (: ζωγραφεῖν). ὁ γὰρ Φίλιππος ἐβούλετο (: ἤθελε) αὐτὸν παιδεῦσαι, ὥστε τέλειον (: ἄμεμπτον) εἶναι.

Resultado de imagen de alejandro magno cuadro
Ἀλέξανδρος ὁ Φιλίππου

Καθ’ ἑκάστην (scil. ἡμέραν) οὖν προέκοπτεν (προκόπτω: ‘avanzar’) ἐπὶ τὸ θηρεύειν καὶ τοξεύειν, περὶ δὲ τὸ κιθαρίζειν καὶ γράφειν οὐκ εἶχε (< ἔχω) σπουδήν (: ἐπιμέλειαν).

Λέγεται δήποτε τὸν διδάσκαλον κελεῦσαι αὐτὸν κροῦσαι χορδήν τινα ἀντ’ ἄλλης. Ἀλέξανδρος δ’ ὅμως λέγει τῷ διδασκάλῳ· «Καὶ τί διαφέρει, ἂν ταύτην ἀντ’ ἐκείνης κρούσω;» 


ὁ νεανίας κρούει λύρᾳ

῾Ο δ’ ἀποκρίνεται ὅτι τῷ μέλλοντι βασιλεύσειν οὐδὲν διαφέρει, ἀλλὰ τῷ βουλομένῳ θεραπεῦσαι τὰς τέχνας (artes colere)· οὕτω γὰρ ἤλπιζεν αὐτὸν μαλακοῖς (↔ καρτεροῖς) λόγοις παιδεύσειν.