Γέρων δειλὸς ὁρᾷ καθ᾽ ὕπνους ὅτι ὁ υἱὸς ὑπὸ λέοντος κατησθίετο (: κατετρώγετο). Εὐθὺς δ’ἐκ τοῦ φόβου οἴκημα καλὸν καὶ μετέωρον (: ὑψηλόν) κατασκευάζει καὶ ἐνταῦθα μετὰ θεραπόντων τὸν υἱὸν ἐγκλείει. Κοσμεῖ (: στολίζει) δ’ ἔνδον τὸ οἴκημα ἀνδριᾶσι καὶ ἄλλῳ κόσμῳ. ἐπὶ δὲ τοῦ τοίχου γράφει πρὸς τέρψιν τοῦ υἱοῦ γίγαντας, λέοντας καὶ παντοῖα ζῷα· οὕτω γὰρ οἱ λέοντες καὶ ἐλέφαντες ἀκίνδυνοι ἦσαν τῷ υἱῷ.
ἀνδριάς-άντος |
λέων καὶ ἐλέφας γεγραμμένοι ἐπὶ τοῦ τοίχου
|
῾Ο δὲ παῖς πλησιάζει μὲν τοῖς λέουσι καὶ ἐλέφασι, περίλυπος δ’ ἦν, ὅτι κατάκλειστος ἦν. Καὶ δήποτε λέγει τῷ ἐλέφαντι· «῏Ω ἐλέφαν, ὡς καλὸς εἶ καὶ καλοὺς ὀδόντας ἔχεις».᾽Εφεξῆς δὲ πλησιάζει τῷ λέοντι καὶ λέγει αὐτῷ. «῏Ω κακὲ λέον, δικαίως οἱ θηρευταὶ ἱμᾶσι δεσμεύουσί σε· τοῖς γὰρ ὀδοῦσι δάκνεις καὶ τὰ θηράματα φονεύεις. Καὶ ἐγὼ δὲ διὰ σὲ κατάκλειστός εἰμι, ὡς ἐν φρουρᾷ (: φυλακῇ)».
λέων ἱμᾶσι δεδεσμευόμενος
|
Καὶ εὐθὺς ἐπιβάλλει τῷ τοίχῳ τὸν δάκτυλον καὶ ἐκτυφλώττει τὸν λέοντα. Σκόλοψ δ’ ὅμως τῷ δακτύλῳ ἐμπήγνυται καὶ ὄγκωμα καὶ φλεγμονὴν ἐπιφέρει αὐτῷ. ᾽Εξ αὐτοῦ δ’ ἐπιγίγνεται (: ἐπέρχεται) πυρετὸς τῷ παιδὶ καὶ μετ’ οὐ πολὺ ἀποθνῄσκει. Οὕτω ὁ υἱὸς τοῦ γέροντος τὸ πεπρωμένον (: τὸ μοιραῖον) οὐκ ἀποφεύγει.
Σκόλοψ δ’ ὅμως τῷ δακτύλῳ ἐμπήγνυται καὶ ὄγκωμα καὶ φλεγμονὴν ἐπιφέρει αὐτῷ |