- ἄπιθι, ἄπιθι, ἄκλητος (οὐδείς σε ἐκάλεσε) καθίζεις ἐπ’ ἐκείνῃ τῇ ἕδρα· στήσω σε ἐνταῦθα.
καθίζει ἐν τῇ ἕδρα |
στήσω σε ἐνταῦθα |
- ἕστηκα ὅπου ἕστηκα, καὶ καθίζω ὅπου καθίζω.
- σοὶ ἔδωκα τὴν βίβλον τὴν κομψήν, σὺ δὲ ἔδωκας τῷ παιδισκαρίῳ (παιδισκάριον < παιδίσκη < παῖς ) τούτῳ· ἐς τοσοῦτον ἆρα καταφρονεῖς μου, καὶ τοῦ δώρου;
ἡ βίβλος ἡ κομψή |
- συνῆκα (< συνίημι) ἃ λέγεις· ἡ δὲ παρθένος μᾶλλον τῆς βίβλου ὀνήσεται (< ὀνίνημι) ἢ ἐγώ.
- μάλα ταπεινόφρων σύ γε.
- οὐχ οὕτως· φιλῶ τὴν παρθένον.
- πιθανόν (< πείθω).
- οἱ πολλοὶ τί φασι περὶ τοῦ Γλάδστωνος (Gladstone);
- θαυμάζουσι αὐτὸν δικαίως ὡς δεινὸν μὲν περὶ τοὺς λόγους, τῶν δὲ περὶ τὰς τῆς πόλεως προσόδους ἐμπειρότατον, καὶ δη καὶ τῶν τε Ἰταλικῶν καὶ τῶν Ἑλληνικῶν γραμμάτων ἐπιστήμονα.
- ἀληθέστατα λέγεις· εἰ κατέστησαν αὐτὸν καθηγητὴν (: διδάσκαλος) τῆς Ἑλληνικῆς φιλολογίας ἐν τῷ τοῦ Βουπόρου (Oxford) πανεπιστημῖῳ, οὐκ ἐλάττων ἂν ἐγένετο τοῦ Βοεκίου (Boeckh), τοῦ Ἑρμάννου (Hermann), τοῦ Μυλλὲρου (Müller), καὶ τῶν ἄλλων Γερμανῶν ὅσοι περὶ τὴν πολυμαθίαν ἐν τοῖς πρώτοις εὐδοκιμοῦσι.
- καὶ οὕτως γε ἐτύγχανεν ἂν εὐτυχῶς διαφυγὼν τόν τε πολὺν θόρυβον καὶ διαφθορὰν τοῦ βίου πολιτικοῦ. δυνατὰ λέγεις· ὅμως οὐκ ἄν τις τυγχάνοι διαπεφευγὼς τὴν εἱμαρμένην.
No hay comentarios:
Publicar un comentario