Blackie, Colloquia Graeca. X: Los demás tiempos de pretérito



ἔτυπτον ἐγὼ τὸ παιδάριον (: ὁ μικρὸς παῖς), ὅτε εἰσελθὼν ὁ ἀστυνόμος ἥρπασέ με εἰς τὸ δεσμωτήριον.





Resultado de imagen de policíaResultado de imagen de cárcel
ὁ ἀστυνόμος - τὸ δεσμωτήριον


γέγραφα ἐπιστολὴν πρὸς τὸν πατέρα σου λέγων παῖδά σε εἶναι κόσμιον τοὺς τρόπους.

- ἐτύγχανον ὕπτιος κείμενος ἐν τῇ κοίτη ὅτε μέγας τις μῦς ὑπερπηδήσας τὰ στρώματα δεινόν μοι ἐνεποίησε φόβον. 



Resultado de imagen de supino-prono
ὕπτιος ↔ πρηνής



μέγας τις μυς ἐπὶ τοῖς τῆς κοίτης στρώμασι


- δικαίως γε.
- τὰ νῦν δὲ ποῦστι τὸ ἀναιδὲς (< αἰδώς) θρέμμα;
- κέκαφεν (< κάπτω) αὐτὸ τὸ κυνάριόν (: ὁ μικρὸς κύων) μου τὸ ἐκ τῆς Ὀρεινῆς

Resultado de imagen de perro traga

τὸ κυνάριον κάπτει τὰς σφαῖρας
- δίκαια ἔπαθεν.

- ποῦστι τὸ μελανοδοχεῖόν μου;
- εὕρηκα, εὕρηκα, ἐν τῷ λουτρῶνι (λουτρών· ὁ τόπος ἐν ᾧ λουόμεθα
).
- παράδοξον τοῦτο· οὐκ ἔγραφον ἔγωγε ἐν τῷ λουτρῶνι.
οὐχ ὁρῶ τὸν κάλαμον.

Resultado de imagen de tintero con pluma

τὸ μελανοδοχεῖον καὶ ὁ κάλαμος


- ἰδοῦ· εὗρον ἐν τῷ δειπνητηρίῳ (δειπνητήριον· ὁ τόπος ἐν ᾧ δειπνῶμεν).
- ἔπαιζεν ὁ αἴλουρος τῷ καλάμῳ σου καὶ τῷ πετάσῳ, καῖ τῇ χλαμύδι, καὶ ταῖς κρηπῖσι, καὶ δεινόν τινα ἐποίει θόρυβον.

Resultado de imagen de el gato con botas
ὁ αἴλουρος ἐνδύει τὸν πέτασον καὶ τὴν χλαμύδα καὶ τὰς κρηπῖδας  
 - σφάξον τὸ θρέμμα.
- οὐδαμῶς· αὐτὸς σὺ αἴτιος, ὃς δὴ ἔλιπες τὸ οἴκημα ἐν πάσῃ ἀκοσμίᾳ, ὁ δὲ αἴλουρος πεπλήρωκε τὸ ἔργον σου.
- δίκαια λὲγεις.
- καὶ ἐγὼ μεγάλην ὤφληκα (< ὀφλισκάνω) μωρίαν.
- μετανοῶ ἐπὶ τῷ πράγματι.

- ἔρρωσο.

No hay comentarios:

Publicar un comentario