- ὁ φίλος μου ὁ ἀληθῶς φιλικὸς περιέβαλε τοῖς ὤμοις μου τὴν χλαῖναν σκέπην ψύχους.
ἡ γυνὴ περιβάλλει τοῖς ὤμοις τὴν χλαῖναν
|
- ἀπέβαλον τὰ ὑποδήματα τὰ ἀρχαικά· κομψότερα τὰ καινότροπα.
- χάριν ἔχω σοι τοῦ ἀγάλματος.
- κατὰ φύσιν τοῦτο ἐν τῇ ἡμετέρᾳ πατρίδι οὗ οὐδὲν ἔχει στάσιμον (↔ κινητικόν) ὁ οὐρανός.
- χθὲς κατέβην εἰς τὸ χῶμα, καὶ εἶδον τὸ μέγα ἀτμόπλοιον.
τὸ μέγα ἀτμόπλοιον παρὰ τῷ χώματι |
- ὑπερεθαύμασά γε.
- ἄρα οὐκ εἰσέβης;
- εἰσέβην γὰρ καὶ τὸν ναύκληρον εἶδον καὶ τῶν ναυβατῶν δεινὸν πλῆθος
οἱ ναυβάτοι |
- τελευταῖον δὲ συνέλεξα τᾶ σκευῆ μου, καὶ ἕστηκα ἐνώπιόν σου ἐν ὁλοκλήρῳ δέρματι (: καλῶς ἔχων).
- ἀγαθῇ τύχῃ· ἀεὶ εὐτυχεῖς· πανταχοῦ πίπτεις, τρόπον τῶν αἰλούρων, τοὺς πόδας ἔχων ἐμπέδους ἐν τῷ δαπέδῳ.
ὁ αἴλουρος ἀεὶ πίπτει τοὺς πόδας ἔχων ἐμπέδους
ἐν τῷ δαπέδῳ.
|
- σοφός σύ γε.
No hay comentarios:
Publicar un comentario