Futuro sigmático (verbos en vocal, diptongo u oclusiva)
Τema verbal + σ + ο/ε + desinencias primarias
ποιέω > ποιή·σ·ο·μεν
ἄρχω > ἄρχ·σ·ο·μεν > ἄρξομεν (κ/γ/χ + σ = ξ; π/β/φ + σ = ψ; τ/δ/θ + σ = σ)
Futuro contracto (verbos en líquida y nasal)
Τema verbal + εσ + ο/ε + desinencias primarias
ἀγγέλλω > ἀγγελ·έσ·ο·μεν > ἀγγελοῦμεν
Futuro ático de los verbos en -ιζω
Bisilábicos: futuro sigmático.
κτίζω > κτίσω
Con más de dos sílabas: futuro contracto.
νομίζω > νομιῶ
Futuro dórico
Τema verbal + σε + ο/ε + μαι, σαι, ται...
φεύγω > φευγ·σε·ό·μεθα > φευξόμεθα (σεο > σου; σεε > σει)
― νῦν δὴ φοβεῖς με· δεινὸς ὡς ἀληθῶς ὁ χρόνος οὗτος ὁ τοῦ μέλλοντος.
― γέλοια λέγεις· οὐκ ἐάσω σε τὰ τοιαῦτα λέγειν· λέγε μᾶλλον τὸ τῆς παροιμίας· «χαλεπὰ τὰ καλά».
― λέξω.
― ἔχε πίστιν.
― πιστεύσω καὶ νικήσω.
― αἰνέσει σε ὁ πατήρ.
― οὐδὲν διστάζω.
― ἀνδρικὸν δηλώσεις θυμόν.
― βλέψω ἀνδρικῶς πρὸς τὸν διάβολον καὶ οὐ τρέσω.
― τί σκάπτει ὁ φύσκων ἐκεῖνος ἐν τῷ λειμῶνι;
ὁ φύσκων |
ὁ φύσκων σκάπτει τάφρον ἐν τῷ λειμῶνι.
|
― σκάπτει τοὺς θεμελίους λαμπροῦ οἰκήματος.
― οὐδαμῶς· τὸν τοιοῦτον οὐ θαυμάσωμεν. ἰδιώτης ἐστί· πόνον μὲν ἔχει, τέχνην δὲ οὔ· κόψει ποτὲ τὸν ἴδιον δάκτυλον τῇ μαχαίρᾳ, καὶ δὴ καὶ τὸν ἴδιον αὐτὸς ἑαυτοῦ σκάψει τάφον· τοιοῦτο γὰρ δὴ φιλεῖ γίνεσθαι τὸ τῶν ἀπαιδεύτων τέλος.
ὁ φύσκων σκάψει τὸν ἴδιον τάφον.
|
No hay comentarios:
Publicar un comentario