Blackie, Colloquia Graeca, Lección VI


VI. Grados de comparación del adjetivo

― οὗτος ὁ νεανίσκος πολὺ μικρότερός ἐστι. νᾶνός ἐστι. 

Resultado de imagen de dwarf
ὁ νᾶνος

― λέγει ἡ ἁγία γραφὴ ὅτι ὁ Σαοὺλ πολὺ μέγιστος ἦν πάντων τῶν συμπολιτῶν.
― οὐ σοφώτατος δέ.
― ἄμεινον τοῦ μεγέθους ἡ σοφία.

 
― πόσα ἄτακτα ῥήματά ἐστιν ἐν τῇ Ἑλληνικῇ γλώσσῃ ;
― οὐκ οἶδα.
― περὶ τούτου γε χρὴ ἐρωτᾳν τὸν μάντιν.
― φοβερὸν τὸ πλῆθος.
― πλείω (
ῥήματά) ἢ οἱ κόρακες ἐν τῷ ἀγρῷ.
― ἀληθέστατα λέγεις.
― λέγω τὸ ἔμοιγε πονηρότατον καὶ χαλεπώτατον.
― μὴ ἀθύμει· πολλὰ ἔχει κακὰ ὁ βίος, παγκάκιστον δὲ τὸν ἀπ-ελπισμόν.
― τῶν δὲ ἀγαθῶν ἐν τῷ βίῳ τί βέλτιστον;
― ἡ πίστις.
― ὡς λέγει ὁ προφήτης Ἀμβακούμ (2, 4)· «ὁ δίκαιος ἐκ πίστεως ζήσεται».
― οὗ οὐκ ἔχει λόγον ἀληθέστερον ἡ ἁγία γραφή
― πατὴρ τῆς ἀνδρείας ἡ πίστις, ἀνδρεία δὲ τῶν ἀνδρικῶν ἔργων πατήρ.
― κάλλιστα λέγεις.
― καλὸς ὁ λόγος, κάλλιον δὲ τὸ ἔργον.
― ἄνευ ἔργου πάντων κενώτατον πραγμάτων ὁ λόγος.
― ἐλαφρότερον τῶν ἀχύρων.


Resultado de imagen de chaff-heap
ὁ ἄχυρος οὐκ βαρύς, ἀλλὰ ἐλαφρός ἐστι.
― καὶ οὐδὲν ἧττον στεῖρον (lat. sterilis).
― ἔρρωσο.

No hay comentarios:

Publicar un comentario