19. Iohannes Baptista in deserto



Τῴ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡγεμονίας Τιβερὶου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, ἐγένετο τὸ ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων τὸ βάπτισμα τῆς μετανοίας εἰς τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὡς γέγραπται διὰ Ἠσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν  ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

     Εἶχε δὲ ὁ Ἰωάννης τὸ ἔνδυμα ἐκ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ την ὀσφύν, καὶ ἡ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον.

      Καὶ ἐκήρυσσε λέγων· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

No hay comentarios:

Publicar un comentario