21. Iohannes testimonium perhibet de Iesu



     Προσδοκῶντος (< προσδοκάω) δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστός, ἔλεγεν αὐτοῖς· Ἐγὼ οὐκ
 εἰμὶ ὁ Χριστός. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, αὐτὸς δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγὶῳ καὶ πυρί.

   Ἔχει γὰρ τὸ πτύον ἐν τῇ χειρί, καὶ διακαθαρὶσει τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἷς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

ἱμάς-ντος  τῶν ὑποδημάτων
 
 πτύον: ventilabrum / ἄχυρον: palea

ἅλων-ωνος ὁ / ἡ: area

 


No hay comentarios:

Publicar un comentario