20. Iohannes Baptista praedicans



   Τότε ἐξεπορεύοντο οἱ ὄχλοι καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῴ Ἰορδάνῃ ποταμῷ, ὁμολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

Ἰδὼν δὲ Ἰωάννης πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιεῖτε καρπὸν ἄξιον τῆς μετανοίας.

   Ἤδη γάρ κεῖται ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων· πᾶν δένδρον, μὴ ποίουν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλλεται.

No hay comentarios:

Publicar un comentario