Ἰησοῦς, ὢν ὡς ἐτῶν τριάκοντα, ἦλθεν ἀπὸ
τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, ἵνα καὶ αὐτὸς βαπτισθῇ.
Ὀ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγώ
χρείαν ἔχω ὑπὸ
σοῦ βαπτισθῆναι, καὶ σὺ
ἔρχῃ πρός με;
Ὀ δὲ Ἰησοῦς ἔθελεν οὕτω πληρῶσαι
πᾶσαν δικαιοσύνην. Βαπτισθεὶς οὖν, καὶ ἐκβαίνων ἐκ τοῦ
ὕδατος, εἶδε τοὺς οὐρανοὺς σχιζομένους, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ σωματικῷ εἴδει
καταβαῖνον ὡς
περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν.
Καὶ φωνὴ ἠκούσθη
ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ
εὐδόκησα.
ἡ βάπτισις = τὸ βάπτισμα |