Zouke, Anagnostikon: 8b. ῾Η Αἴγυπτος (continúa)



Ὁ Νεῖλος (Νεῖλος, ποταμὸς τῆς Αἰγύπτου διασχίζων αὐτὴν) τὸ πάλαι Αἴγυπτος ὠνομάζετο καὶ ἥρως τῶν Αἰγυπτίων ἦν. ῾Ως δ’ οἱ ἄλλοι ἥρωες, οὕτω καὶ ὁ Νεῖλος ὑπὸ τῶν κατοίκων ἐθεραπεύετο καὶ θεὸς ὑπ᾽αὐτῶν προσηγορεύετο. Τῷ ἥρωι τούτῳ καὶ τοῖς ἄλλοις ἥρωσι ναοὶ ἦσαν.

῾Ο Νεῖλος πληθύει ἰλύος (ἰλύς -ύος ἡ : limo) καὶ ἰχθύων ὑπὸ δὲ τὴν ἰλὺν οἱ ἰχθύες τὰ ᾠὰ τίκτουσιν. Ὅτε πλήμυρα  γίγνεται, τῇ ἰλύι τοῦ Νείλου οἱ ἀγροὶ πιαίνονται (< πίων: παχύνονται) καὶ εὔφορα τὰ περὶ αὐτὸν πεδία γίγνεται· ὑπὸ γὰρ τῆς ἰλύος αἱ τῶν καρπῶν ῥίζαι ἰσχὺν καὶ τροφὴν λαμβάνουσι.

Resultado de imagen de crecidas del nilo
ἡ πλήμυρα (jun-sep)↔ ἡ ἄμπωτις (oct-jun)
Πᾶσα δ’ ἡ χώρα ψιλὴ (: γυμνὴ) δρυῶν καὶ πιτύων καὶ ἄλλων δένδρων ἐστί.

Resultado de imagen de pinos
ἡ πιτύς -ύος
Resultado de imagen de encinos
ἡ δρύς -υός
 
Μόνον δ’ ἀπὸ Θηβῶν (: πόλις τῆς Αἰγύπτου ἀκμάσασα) ὀγδοήκοντα σταδίους (: μέτρον μήκους τῶν ἀρχαίων ἰσοδυναμοῦν 186 μέτρα) ἐπιτυγχάνει τις κλιτύσι  καὶ ὀρεινοῖς ὀφρύσι ('laderas y cumbres montañosas')· 

Resultado de imagen de laderas con viñedos
ἡ κλιτύς -ύος καὶ ἡ ὀφρύς -ύος  

κατὰ τὰς κλιτῦς δὲ ταύτας ἄμπελοι φύονται καὶ βότρυες γίγνονται, ἐκ δὲ τῶν βοτρύων οἶνος ἐξαίρετος (< ἐξ + αἱρέω). Κίνδυνος δ’ ὅμως τοῖς βότρυσι καὶ στάχυσίν εἰσιν οἱ μύες· ἀφθόνους γὰρ ἡ χώρα τρέφει μῦς, οἵ τοὺς στάχυς καὶ βότρυς φθείρουσι.

Resultado de imagen de racimo de uvas
βότρυες
Resultado de imagen de ratón de campo en casa
μύες ἐν στάχυσιν