ἀκουσάντες δὲ τὰ περὶ τοῦ γέροντος, βραχὺ μέν τι πάντες ἐ-σιώπησαν (σιωπάω· οὐδὲν λέγω) θαυμάζοντες, μετὰ δὲ ταῦτα ἄλλος τις Βοιωτὸς βουλόμενος ἐκεῖνον ὑπερ-βάλλειν (· πρότερον ἐκείνου εἶναι, ὑπερέχειν) ἔ-λεξε (· εἶπε) τοιάδε.
«ἀλλ’, ὦ φίλτατε, ὁμολογῶ ὅτι ἐκεῖνα, ἃ σὺ εἴρηκας (< λέγω· εἴρηκα perf.), ἄξιά ἐστι θαυμάζεσθαι.
οὐ μὴν ἀλλὰ (· οὕτως οὐκ ἔχει, ἀλλὰ) τόδε μοι δοκεῖ εἶναι θαυμασιώτερον, ὃ περὶ τοῦ ἐμοῦ πατρὸς ἔχω (· δύναμαι) ὑμῖν εἰπεῖν.
καὶ γὰρ ἐκεῖνος, ὅσον χρόνον ἔ-ζη, ἐ-βάδιζέ τε ἀεὶ ἄνευ βακτηρίας, καὶ τὰ ἄλλα πάνπα ἐ-ποίει, ὅσα περὶ τοῦ γέροντος τοῦ Θηβαίου ὑπὸ σοῦ ἤδη εἴρηται.
ἦν δὲ ἄν ἤδη ἐκεῖνος ἑκατὸν (C) μάλιστα (Lat. fere, circa) ἐτῶν, εἰ ἔτι ἔ-ζη (cfr.: ἐδίδουν ἂν, εἴ τι εἶχον : Lat. darem, si haberem).
ἀλλὰ τεσσαράκοντα (XL) ἔτη ἐστὶν, ἐξ οὗ τέ-θνηκεν!
[λόγος ἐστί Βοιωτίους εἶναι ἀπαιδεύτους καὶ μωρούς...]
Is συο a typo? Should it be σου?
ResponderEliminarναί, ὀρθῶς λέγεις. ἐπηνώρθωσα ἤδη τὸ ἁμάρτημα. χάριν ἔχω σοι!
Eliminar