Βοιωτοί (ἐκ Βοιωτίας· γῆ ὅμορος τῇ Ἀττικῇ) τινες ἔ-τυχόν ποτε δια-λεγόμενοι περὶ τοῦ γήρως, ὡς οὐχ ὁμοίως πᾶσιν ἐπ-έρχεται, ἀλλ’ οἱ μὲν κατα-γηράσκουσιν ἤδη πρὶν πεντήκοντα (L) ἐτῶν εἶναι, οἱ δὲ αὖ, ἑξήκοντα (LX), καὶ ἑβδομήκοντα (LXX) ἔτη τελέσαντες, δοκοῦσιν (· φαίνονται) ἔτι ἡλικίαν ἔχειν (· ἐν ἀκμῇ εἶναι).
τεκμήριον (· σημεῖον) δὲ τούτων τις ἀπ-έ-δειξε, φάσκων αὐτὸς ἑ-ορακέναι (< ὁράω) γέροντά τινα Θηβαῖον, ἔχοντα τὴν τοῦ σώματος ῥώμην (ῥώμη· σθένος, ἀλκή) τοσαύτην, ὥστε ἐνενήκοντα (XC) ἐτῶν ὢν ἐ-δύνατο πολλὰ στάδια ἄνευ βακτηρίας βαδίζειν.
ὁ γέρων βαδίζει βοηθείᾳ βακτερίας |
«πρὸς δὲ τούτοις,» ἔ-φη, «ὁπότε ἐς συμπόσιόν τι παρα-καλοῖτο, ὑστέρει οὐδενὸς τῶν νεωτέρων τῇ τοῦ δείπνου τέρψει (· πρότερος ἦν, ὑπέρειχε τῶν νεωτέρων τῇ τοῦ δείπνου ἡδονῇ = ἐτέρπετο, ἥδετο τῷ δείπνῳ μᾶλλον ἢ οἱ νεώτεροι).
εἰ δὲ καὶ πολὺν οἶνον πιὼν τύχοι, οὐδὲν κακὸν ἔ-πασχεν, ἀλλὰ, μεθυσθέντων τῶν ἄλλων, νήφων μόνος οἴκαδε ἀπ-ῄει (ἀπ-έρχομαι)».
μεθύει ↔ νήφει |
No hay comentarios:
Publicar un comentario